Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΊΣ Β, κεφαλίς 3

τò λοιπòν προσεύχεσθε ἀδελφοί περὶ ἡμω̃ν ἵνα ὁ λόγος του̃ κυρίου τρέχη̨ καὶ δοξάζηται καθὼς καὶ πρòς ὑμα̃ς
καὶ ἵνα ῥυσθω̃μεν ἀπò τω̃ν ἀτόπων καὶ πονηρω̃ν ἀνθρώπων οὐ γὰρ πάντων ἡ πίστις
πιστòς δέ ἐστιν ὁ κύριος ὃς στηρίξει ὑμα̃ς καὶ φυλάξει ἀπò του̃ πονηρου̃
πεποίθαμεν δὲ ἐν κυρίω̨ ἐφ' ὑμα̃ς ὅτι ἃ παραγγέλλομεν καὶ ποιει̃τε καὶ ποιήσετε
ὁ δὲ κύριος κατευθύναι ὑμω̃ν τὰς καρδίας εἰς τὴν ἀγάπην του̃ θεου̃ καὶ εἰς τὴν ὑπομονὴν του̃ Χριστου̃
παραγγέλλομεν δὲ ὑμι̃ν ἀδελφοί ἐν ὀνόματι του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ στέλλεσθαι ὑμα̃ς ἀπò παντòς ἀδελφου̃ ἀτάκτως περιπατου̃ντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρ' ἡμω̃ν
αὐτοὶ γὰρ οἴδατε πω̃ς δει̃ μιμει̃σθαι ἡμα̃ς ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμι̃ν
οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος ἀλλ' ἐν κόπω̨ καὶ μόχθω̨ νυκτòς καὶ ἡμέρας ἐργαζόμενοι πρòς τò μὴ ἐπιβαρη̃σαί τινα ὑμω̃ν
οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν ἀλλ' ἵνα ἑαυτοὺς τύπον δω̃μεν ὑμι̃ν εἰς τò μιμει̃σθαι ἡμα̃ς
10 καὶ γὰρ ὅτε ἠ̃μεν πρòς ὑμα̃ς του̃το παρηγγέλλομεν ὑμι̃ν ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω
11 ἀκούομεν γάρ τινας περιπατου̃ντας ἐν ὑμι̃ν ἀτάκτως μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους
12 τοι̃ς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλου̃μεν ἐν κυρίω̨ ’Ιησου̃ Χριστω̨̃ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τòν ἑαυτω̃ν ἄρτον ἐσθίωσιν
13 ὑμει̃ς δέ ἀδελφοί μὴ ἐγκακήσητε καλοποιου̃ντες
14 εἰ δέ τις οὐχ ὑπακούει τω̨̃ λόγω̨ ἡμω̃ν διὰ τη̃ς ἐπιστολη̃ς του̃τον σημειου̃σθε μὴ συναναμίγνυσθαι αὐτω̨̃ ἵνα ἐντραπη̨̃
15 καὶ μὴ ὡς ἐχθρòν ἡγει̃σθε ἀλλὰ νουθετει̃τε ὡς ἀδελφόν
16 αὐτòς δὲ ὁ κύριος τη̃ς εἰρήνης δώ̨η ὑμι̃ν τὴν εἰρήνην διὰ παντòς ἐν παντὶ τρόπω̨ ὁ κύριος μετὰ πάντων ὑμω̃ν
17 ὁ ἀσπασμòς τη̨̃ ἐμη̨̃ χειρὶ Παύλου ὅ ἐστιν σημει̃ον ἐν πάση̨ ἐπιστολη̨̃ οὕτως γράφω
18 ἡ χάρις του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ μετὰ πάντων ὑμω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.