ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΊΣ Β,
κεφαλίς 2,
στἰχοι 1-12
1 ἐρωτω̃μεν δὲ ὑμα̃ς ἀδελφοί ὑπὲρ τη̃ς παρουσίας του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ καὶ ἡμω̃ν ἐπισυναγωγη̃ς ἐπ' αὐτόν |
2 εἰς τò μὴ ταχέως σαλευθη̃ναι ὑμα̃ς ἀπò του̃ νοòς μηδὲ θροει̃σθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι' ἐπιστολη̃ς ὡς δι' ἡμω̃ν ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα του̃ κυρίου |
3 μή τις ὑμα̃ς ἐξαπατήση̨ κατὰ μηδένα τρόπον ὅτι ἐὰν μὴ ἔλθη̨ ἡ ἀποστασία πρω̃τον καὶ ἀποκαλυφθη̨̃ ὁ ἄνθρωπος τη̃ς ἀνομίας ὁ υἱòς τη̃ς ἀπωλείας |
4 ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεòν ἢ σέβασμα ὥστε αὐτòν εἰς τòν ναòν του̃ θεου̃ καθίσαι ἀποδεικνύντα ἑαυτòν ὅτι ἔστιν θεός |
5 οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρòς ὑμα̃ς ταυ̃τα ἔλεγον ὑμι̃ν |
6 καὶ νυ̃ν τò κατέχον οἴδατε εἰς τò ἀποκαλυφθη̃ναι αὐτòν ἐν τω̨̃ ἑαυτου̃ καιρω̨̃ |
7 τò γὰρ μυστήριον ἤδη ἐνεργει̃ται τη̃ς ἀνομίας μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται |
8 καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος ὃν ὁ κύριος ’Ιησου̃ς ἀνελει̃ τω̨̃ πνεύματι του̃ στόματος αὐτου̃ καὶ καταργήσει τη̨̃ ἐπιφανεία̨ τη̃ς παρουσίας αὐτου̃ |
9 οὑ̃ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν του̃ Σατανα̃ ἐν πάση̨ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους |
10 καὶ ἐν πάση̨ ἀπάτη̨ ἀδικίας τοι̃ς ἀπολλυμένοις ἀνθ' ὡ̃ν τὴν ἀγάπην τη̃ς ἀληθείας οὐκ ἐδέξαντο εἰς τò σωθη̃ναι αὐτούς |
11 καὶ διὰ του̃το πέμπει αὐτοι̃ς ὁ θεòς ἐνέργειαν πλάνης εἰς τò πιστευ̃σαι αὐτοὺς τω̨̃ ψεύδει |
12 ἵνα κριθω̃σιν πάντες οἱ μὴ πιστεύσαντες τη̨̃ ἀληθεία̨ ἀλλὰ εὐδοκήσαντες τη̨̃ ἀδικία̨ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.