Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β, κεφαλίς 2

ἐγένοντο δὲ καὶ ψευδοπροφη̃ται ἐν τω̨̃ λαω̨̃ ὡς καὶ ἐν ὑμι̃ν ἔσονται ψευδοδιδάσκαλοι οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας καὶ τòν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι ἐπάγοντες ἑαυτοι̃ς ταχινὴν ἀπώλειαν
καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτω̃ν ται̃ς ἀσελγείαις δι' οὓς ἡ ὁδòς τη̃ς ἀληθείας βλασφημηθήσεται
καὶ ἐν πλεονεξία̨ πλαστοι̃ς λόγοις ὑμα̃ς ἐμπορεύσονται οἱ̃ς τò κρίμα ἔκπαλαι οὐκ ἀργει̃ καὶ ἡ ἀπώλεια αὐτω̃ν οὐ νυστάζει
εἰ γὰρ ὁ θεòς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο ἀλλὰ σειραι̃ς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους
καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο ἀλλὰ ὄγδοον Νω̃ε δικαιοσύνης κήρυκα ἐφύλαξεν κατακλυσμòν κόσμω̨ ἀσεβω̃ν ἐπάξας
καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφη̨̃ κατέκρινεν ὑπόδειγμα μελλόντων ἀσεβέσιν τεθεικώς
καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπò τη̃ς τω̃ν ἀθέσμων ἐν ἀσελγεία̨ ἀναστροφη̃ς ἐρρύσατο
βλέμματι γὰρ καὶ ἀκοη̨̃ ὁ δίκαιος ἐγκατοικω̃ν ἐν αὐτοι̃ς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν
οἰ̃δεν κύριος εὐσεβει̃ς ἐκ πειρασμου̃ ῥύεσθαι ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρει̃ν
10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκòς ἐν ἐπιθυμία̨ μιασμου̃ πορευομένους καὶ κυριότητος καταφρονου̃ντας τολμηταί αὐθάδεις δόξας οὐ τρέμουσιν βλασφημου̃ντες
11 ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατ' αὐτω̃ν παρὰ κυρίου βλάσφημον κρίσιν
12 οὑ̃τοι δέ ὡς ἄλογα ζω̨̃α γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν ἐν οἱ̃ς ἀγνοου̃σιν βλασφημου̃ντες ἐν τη̨̃ φθορα̨̃ αὐτω̃ν καὶ φθαρήσονται
13 ἀδικούμενοι μισθòν ἀδικίας ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρα̨ τρυφήν σπίλοι καὶ μω̃μοι ἐντρυφω̃ντες ἐν ται̃ς ἀπάταις αὐτω̃ν συνευωχούμενοι ὑμι̃ν
14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας δελεάζοντες ψυχὰς ἀστηρίκτους καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες κατάρας τέκνα
15 καταλείποντες εὐθει̃αν ὁδòν ἐπλανήθησαν ἐξακολουθήσαντες τη̨̃ ὁδω̨̃ του̃ Βαλαὰμ του̃ Βοσόρ ὃς μισθòν ἀδικίας ἠγάπησεν
16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνη̨̃ φθεγξάμενον ἐκώλυσεν τὴν του̃ προφήτου παραφρονίαν
17 οὑ̃τοί εἰσιν πηγαὶ ἄνυδροι καὶ ὁμίχλαι ὑπò λαίλαπος ἐλαυνόμεναι οἱ̃ς ὁ ζόφος του̃ σκότους τετήρηται
18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκòς ἀσελγείαις τοὺς ὀλίγως ἀποφεύγοντας τοὺς ἐν πλάνη̨ ἀναστρεφομένους
19 ἐλευθερίαν αὐτοι̃ς ἐπαγγελλόμενοι αὐτοὶ δου̃λοι ὑπάρχοντες τη̃ς φθορα̃ς ὡ̨̃ γάρ τις ἥττηται τούτω̨ δεδούλωται
20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα του̃ κόσμου ἐν ἐπιγνώσει του̃ κυρίου ἡμω̃ν καὶ σωτη̃ρος ’Ιησου̃ Χριστου̃ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττω̃νται γέγονεν αὐτοι̃ς τὰ ἔσχατα χείρονα τω̃ν πρώτων
21 κρει̃ττον γὰρ ἠ̃ν αὐτοι̃ς μὴ ἐπεγνωκέναι τὴν ὁδòν τη̃ς δικαιοσύνης ἢ ἐπιγνου̃σιν ὑποστρέψαι ἐκ τη̃ς παραδοθείσης αὐτοι̃ς ἁγίας ἐντολη̃ς
22 συμβέβηκεν αὐτοι̃ς τò τη̃ς ἀληθου̃ς παροιμίας κύων ἐπιστρέψας ἐπὶ τò ἴδιον ἐξέραμα καί ὑ̃ς λουσαμένη εἰς κυλισμòν βορβόρου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.