Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Β, κεφαλίς 1

1 τοι̃ς ἀδελφοι̃ς τοι̃ς κατ' Αἴγυπτον Ιουδαίοις χαίρειν οἱ ἀδελφοὶ οἱ ἐν Ιεροσολύμοις Ιουδαι̃οι καὶ οἱ ἐν τη̨̃ χώρα̨ τη̃ς Ιουδαίας εἰρήνην ἀγαθήν
2 καὶ ἀγαθοποιήσαι ὑμι̃ν ὁ θεὸς καὶ μνησθείη τη̃ς διαθήκης αὐτου̃ τη̃ς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τω̃ν δούλων αὐτου̃ τω̃ν πιστω̃ν
3 καὶ δώ̨η ὑμι̃ν καρδίαν πα̃σιν εἰς τὸ σέβεσθαι αὐτὸν καὶ ποιει̃ν αὐτου̃ τὰ θελήματα καρδία̨ μεγάλη̨ καὶ ψυχη̨̃ βουλομένη̨
4 καὶ διανοίξαι τὴν καρδίαν ὑμω̃ν ἐν τω̨̃ νόμω̨ αὐτου̃ καὶ ἐν τοι̃ς προστάγμασιν καὶ εἰρήνην ποιήσαι
5 καὶ ἐπακούσαι ὑμω̃ν τω̃ν δεήσεων καὶ καταλλαγείη ὑμι̃ν καὶ μὴ ὑμα̃ς ἐγκαταλίποι ἐν καιρω̨̃ πονηρω̨̃
6 καὶ νυ̃ν ὡ̃δέ ἐσμεν προσευχόμενοι περὶ ὑμω̃ν
7 βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστου̃ ἑξηκοστου̃ ἐνάτου ἡμει̃ς οἱ Ιουδαι̃οι γεγράφαμεν ὑμι̃ν ἐν τη̨̃ θλίψει καὶ ἐν τη̨̃ ἀκμη̨̃ τη̨̃ ἐπελθούση̨ ἡμι̃ν ἐν τοι̃ς ἔτεσιν τούτοις ἀφ' οὑ̃ ἀπέστη 'Ιάσων καὶ οἱ μετ' αὐτου̃ ἀπὸ τη̃ς ἁγίας γη̃ς καὶ τη̃ς βασιλείας
8 καὶ ἐνεπύρισαν τὸν πυλω̃να καὶ ἐξέχεαν αἱ̃μα ἀθω̃ον καὶ ἐδεήθημεν του̃ κυρίου καὶ εἰσηκούσθημεν καὶ προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεθήκαμεν τοὺς ἄρτους
9 καὶ νυ̃ν ἵνα ἄγητε τὰς ἡμέρας τη̃ς σκηνοπηγίας του̃ Χασελευ μηνός ἔτους ἑκατοστου̃ ὀγδοηκοστου̃ καὶ ὀγδόου
10 οἱ ἐν Ιεροσολύμοις καὶ οἱ ἐν τη̨̃ Ιουδαία̨ καὶ ἡ γερουσία καὶ Ιουδας 'Αριστοβούλω̨ διδασκάλω̨ Πτολεμαίου του̃ βασιλέως ὄντι δὲ ἀπὸ του̃ τω̃ν χριστω̃ν ἱερέων γένους καὶ τοι̃ς ἐν Αἰγύπτω̨ Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν
11 ἐκ μεγάλων κινδύνων ὑπὸ του̃ θεου̃ σεσω̨σμένοι μεγάλως εὐχαριστου̃μεν αὐτω̨̃ ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι
12 αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παραταξαμένους ἐν τη̨̃ ἁγία̨ πόλει
13 εἰς τὴν Περσίδα γενόμενος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκου̃σα εἰ̃ναι δύναμις κατεκόπησαν ἐν τω̨̃ τη̃ς Ναναίας ἱερω̨̃ παραλογισμω̨̃ χρησαμένων τω̃ν περὶ τὴν Ναναίαν ἱερέων
14 ὡς γὰρ συνοικήσων αὐτη̨̃ παρεγένετο εἰς τὸν τόπον ὅ τε 'Αντίοχος καὶ οἱ σὺν αὐτω̨̃ φίλοι χάριν του̃ λαβει̃ν τὰ χρήματα πλείονα εἰς φερνη̃ς λόγον
15 καὶ προθέντων αὐτὰ τω̃ν ἱερέων του̃ Ναναίου κἀκείνου προσελθόντος μετ' ὀλίγων εἰς τὸν περίβολον του̃ τεμένους συγκλείσαντες τὸ ἱερόν ὡς εἰση̃λθεν 'Αντίοχος
16 ἀνοίξαντες τὴν του̃ φατνώματος κρυπτὴν θύραν βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς ἀφελόντες τοι̃ς ἔξω παρέρριψαν
17 κατὰ πάντα εὐλογητὸς ἡμω̃ν ὁ θεός ὃς παρέδωκεν τοὺς ἀσεβήσαντας
18 μέλλοντες ἄγειν ἐν τω̨̃ Χασελευ πέμπτη̨ καὶ εἰκάδι τὸν καθαρισμὸν του̃ ἱερου̃ δέον ἡγησάμεθα διασαφη̃σαι ὑμι̃ν ἵνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ του̃ πυρός ὅτε Νεεμιας ὁ οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ θυσιαστήριον ἀνήνεγκεν θυσίας
19 καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο ἡμω̃ν οἱ πατέρες οἱ τότε εὐσεβει̃ς ἱερει̃ς λαβόντες ἀπὸ του̃ πυρὸς του̃ θυσιαστηρίου λαθραίως κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἄνυδρον ἐν ὡ̨̃ κατησφαλίσαντο ὥστε πα̃σιν ἄγνωστον εἰ̃ναι τὸν τόπον
20 διελθόντων δὲ ἐτω̃ν ἱκανω̃ν ὅτε ἔδοξεν τω̨̃ θεω̨̃ ἀποσταλεὶς Νεεμιας ὑπὸ του̃ βασιλέως τη̃ς Περσίδος τοὺς ἐκγόνους τω̃ν ἱερέων τω̃ν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πυ̃ρ ὡς δὲ διεσάφησαν ἡμι̃ν μὴ εὑρηκέναι πυ̃ρ ἀλλὰ ὕδωρ παχύ ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν
21 ὡς δὲ ἀνηνέχθη τὰ τω̃ν θυσιω̃ν ἐκέλευσεν τοὺς ἱερει̃ς Νεεμιας ἐπιρρα̃ναι τω̨̃ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα
22 ὡς δὲ ἐγένετο του̃το καὶ χρόνος διη̃λθεν ὅ τε ἥλιος ἀνέλαμψεν πρότερον ἐπινεφὴς ὤν ἀνήφθη πυρὰ μεγάλη ὥστε θαυμάσαι πάντας
23 προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερει̃ς δαπανωμένης τη̃ς θυσίας οἵ τε ἱερει̃ς καὶ πάντες καταρχομένου Ιωναθου τω̃ν δὲ λοιπω̃ν ἐπιφωνούντων ὡς Νεεμιου
24 ἠ̃ν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα του̃τον κύριε κύριε ὁ θεός ὁ πάντων κτίστης ὁ φοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων ὁ μόνος βασιλεὺς καὶ χρηστός
25 ὁ μόνος χορηγός ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος ὁ διασώ̨ζων τὸν Ισραηλ ἐκ παντὸς κακου̃ ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς
26 πρόσδεξαι τὴν θυσίαν ὑπὲρ παντὸς του̃ λαου̃ σου Ισραηλ καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον
27 ἐπισυνάγαγε τὴν διασπορὰν ἡμω̃ν ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοι̃ς ἔθνεσιν τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔπιδε καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ εἰ̃ ὁ θεὸς ἡμω̃ν
28 βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανία̨
29 καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου καθὼς εἰ̃πεν Μωυση̃ς
30 οἱ δὲ ἱερει̃ς ἐπέψαλλον τοὺς ὕμνους
31 καθὼς δὲ ἀνηλώθη τὰ τη̃ς θυσίας καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμιας ἐκέλευσεν λίθους μείζονας καταχει̃ν
32 ὡς δὲ του̃το ἐγενήθη φλὸξ ἀνήφθη του̃ δὲ ἀπὸ του̃ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη
33 ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρα̃γμα καὶ διηγγέλη τω̨̃ βασιλει̃ τω̃ν Περσω̃ν ὅτι εἰς τὸν τόπον οὑ̃ τὸ πυ̃ρ ἔκρυψαν οἱ μεταχθέντες ἱερει̃ς τὸ ὕδωρ ἐφάνη ἀφ' οὑ̃ καὶ οἱ περὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τη̃ς θυσίας
34 περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν δοκιμάσας τὸ πρα̃γμα
35 καὶ οἱ̃ς ἐχαρίζετο ὁ βασιλεύς πολλὰ διάφορα ἐλάμβανεν καὶ μετεδίδου
36 προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμιαν του̃το νεφθαρ ὃ διερμηνεύεται καθαρισμός καλει̃ται δὲ παρὰ τοι̃ς πολλοι̃ς νεφθαι
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.