1 καὶ ἐλάλησεν Δαυιδ τω̨̃ κυρίω̨ τοὺς λόγους τη̃ς ὠ̨δη̃ς ταύτης ἐν ἡ̨̃ ἡμέρα̨ ἐξείλατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τω̃ν ἐχθρω̃ν αὐτου̃ καὶ ἐκ χειρὸς Σαουλ |
2 καὶ εἰ̃πεν κύριε πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί |
3 ὁ θεός μου φύλαξ ἔσται μου πεποιθὼς ἔσομαι ἐπ' αὐτω̨̃ ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου ἀντιλήμπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου ἐξ ἀδίκου σώσεις με |
4 αἰνετὸν ἐπικαλέσομαι κύριον καὶ ἐκ τω̃ν ἐχθρω̃ν μου σωθήσομαι |
5 ὅτι περιέσχον με συντριμμοὶ θανάτου χείμαρροι ἀνομίας ἐθάμβησάν με |
6 ὠδι̃νες θανάτου ἐκύκλωσάν με προέφθασάν με σκληρότητες θανάτου |
7 ἐν τω̨̃ θλίβεσθαί με ἐπικαλέσομαι κύριον καὶ πρὸς τὸν θεόν μου βοήσομαι καὶ ἐπακούσεται ἐκ ναου̃ αὐτου̃ φωνη̃ς μου καὶ ἡ κραυγή μου ἐν τοι̃ς ὠσὶν αὐτου̃ |
8 καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γη̃ καὶ τὰ θεμέλια του̃ οὐρανου̃ συνεταράχθησαν καὶ ἐσπαράχθησαν ὅτι ἐθυμώθη κύριος αὐτοι̃ς |
9 ἀνέβη καπνὸς ἐν τη̨̃ ὀργη̨̃ αὐτου̃ καὶ πυ̃ρ ἐκ στόματος αὐτου̃ κατέδεται ἄνθρακες ἐξεκαύθησαν ἀπ' αὐτου̃ |
10 καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη καὶ γνόφος ὑποκάτω τω̃ν ποδω̃ν αὐτου̃ |
11 καὶ ἐπεκάθισεν ἐπὶ Χερουβιν καὶ ἐπετάσθη καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου |
12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτου̃ κύκλω̨ αὐτου̃ ἡ σκηνὴ αὐτου̃ σκότος ὑδάτων ἐπάχυνεν ἐν νεφέλαις ἀέρος |
13 ἀπὸ του̃ φέγγους ἐναντίον αὐτου̃ ἐξεκαύθησαν ἄνθρακες πυρός |
14 ἐβρόντησεν ἐξ οὐρανου̃ κύριος καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτου̃ |
15 καὶ ἀπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτούς ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς |
16 καὶ ὤφθησαν ἀφέσεις θαλάσσης καὶ ἀπεκαλύφθη θεμέλια τη̃ς οἰκουμένης ἐν τη̨̃ ἐπιτιμήσει κυρίου ἀπὸ πνοη̃ς πνεύματος θυμου̃ αὐτου̃ |
17 ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με εἵλκυσέν με ἐξ ὑδάτων πολλω̃ν |
18 ἐρρύσατό με ἐξ ἐχθρω̃ν μου ἰσχύος ἐκ τω̃ν μισούντων με ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ |
19 προέφθασάν με ἐν ἡμέρα̨ θλίψεώς μου καὶ ἐγένετο κύριος ἐπιστήριγμά μου |
20 καὶ ἐξήγαγέν με εἰς πλατυσμὸν καὶ ἐξείλατό με ὅτι εὐδόκησεν ἐν ἐμοί |
21 καὶ ἀνταπέδωκέν μοι κύριος κατὰ τὴν δικαιοσύνην μου κατὰ τὴν καθαριότητα τω̃ν χειρω̃ν μου ἀνταπέδωκέν μοι |
22 ὅτι ἐφύλαξα ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ του̃ θεου̃ μου |
23 ὅτι πάντα τὰ κρίματα αὐτου̃ κατεναντίον μου καὶ τὰ δικαιώματα αὐτου̃ οὐκ ἀπέστην ἀπ' αὐτω̃ν |
24 καὶ ἔσομαι ἄμωμος αὐτω̨̃ καὶ προφυλάξομαι ἀπὸ τη̃ς ἀνομίας μου |
25 καὶ ἀποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τω̃ν χειρω̃ν μου ἐνώπιον τω̃ν ὀφθαλμω̃ν αὐτου̃ |
26 μετὰ ὁσίου ὁσιωθήση̨ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήση̨ |
27 καὶ μετὰ ἐκλεκτου̃ ἐκλεκτὸς ἔση̨ καὶ μετὰ στρεβλου̃ στρεβλωθήση̨ |
28 καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις |
29 ὅτι σὺ ὁ λύχνος μου κύριε καὶ κύριος ἐκλάμψει μοι τὸ σκότος μου |
30 ὅτι ἐν σοὶ δραμου̃μαι μονόζωνος καὶ ἐν τω̨̃ θεω̨̃ μου ὑπερβήσομαι τει̃χος |
31 ὁ ἰσχυρός ἄμωμος ἡ ὁδὸς αὐτου̃ τὸ ῥη̃μα κυρίου κραταιόν πεπυρωμένον ὑπερασπιστής ἐστιν πα̃σιν τοι̃ς πεποιθόσιν ἐπ' αὐτω̨̃ |
32 τίς ἰσχυρὸς πλὴν κυρίου καὶ τίς κτίστης ἔσται πλὴν του̃ θεου̃ ἡμω̃ν |
33 ὁ ἰσχυρὸς ὁ κραταιω̃ν με δυνάμει καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου |
34 τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστω̃ν με |
35 διδάσκων χει̃ράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκου̃ν ἐν βραχίονί μου |
36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου καὶ ἡ ὑπακοή σου ἐπλήθυνέν με |
37 εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου |
38 διώξω ἐχθρούς μου καὶ ἀφανιω̃ αὐτοὺς καὶ οὐκ ἀναστρέψω ἕως συντελέσω αὐτούς |
39 καὶ θλάσω αὐτούς καὶ οὐκ ἀναστήσονται καὶ πεσου̃νται ὑπὸ τοὺς πόδας μου |
40 καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου |
41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νω̃τον τοὺς μισου̃ντάς με καὶ ἐθανάτωσας αὐτούς |
42 βοήσονται καὶ οὐκ ἔστιν βοηθός πρὸς κύριον καὶ οὐχ ὑπήκουσεν αὐτω̃ν |
43 καὶ ἐλέανα αὐτοὺς ὡς χου̃ν γη̃ς ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς |
44 καὶ ῥύση̨ με ἐκ μάχης λαω̃ν φυλάξεις με εἰς κεφαλὴν ἐθνω̃ν λαός ὃν οὐκ ἔγνων ἐδούλευσάν μοι |
45 υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου |
46 υἱοὶ ἀλλότριοι ἀπορριφήσονται καὶ σφαλου̃σιν ἐκ τω̃ν συγκλεισμω̃ν αὐτω̃ν |
47 ζη̨̃ κύριος καὶ εὐλογητὸς ὁ φύλαξ μου καὶ ὑψωθήσεται ὁ θεός μου ὁ φύλαξ τη̃ς σωτηρίας μου |
48 ἰσχυρὸς κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί παιδεύων λαοὺς ὑποκάτω μου |
49 καὶ ἐξάγων με ἐξ ἐχθρω̃ν μου καὶ ἐκ τω̃ν ἐπεγειρομένων μοι ὑψώσεις με ἐξ ἀνδρὸς ἀδικημάτων ῥύση̨ με |
50 διὰ του̃το ἐξομολογήσομαί σοι κύριε ἐν τοι̃ς ἔθνεσιν καὶ ἐν τω̨̃ ὀνόματί σου ψαλω̃ |
51 μεγαλύνων σωτηρίας βασιλέως αὐτου̃ καὶ ποιω̃ν ἔλεος τω̨̃ χριστω̨̃ αὐτου̃ τω̨̃ Δαυιδ καὶ τω̨̃ σπέρματι αὐτου̃ ἕως αἰω̃νος |