Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 2

καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἐπηρώτησεν Δαυιδ ἐν κυρίω̨ λέγων εἰ ἀναβω̃ εἰς μίαν τω̃ν πόλεων Ιουδα καὶ εἰ̃πεν κύριος πρὸς αὐτόν ἀνάβηθι καὶ εἰ̃πεν Δαυιδ που̃ ἀναβω̃ καὶ εἰ̃πεν εἰς Χεβρων
καὶ ἀνέβη ἐκει̃ Δαυιδ εἰς Χεβρων καὶ ἀμφότεραι αἱ γυναι̃κες αὐτου̃ Αχινοομ ἡ Ιεζραηλι̃τις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ του̃ Καρμηλίου
καὶ οἱ ἄνδρες οἱ μετ' αὐτου̃ ἕκαστος καὶ ὁ οἰ̃κος αὐτου̃ καὶ κατώ̨κουν ἐν ται̃ς πόλεσιν Χεβρων
καὶ ἔρχονται ἄνδρες τη̃ς Ιουδαίας καὶ χρίουσιν τὸν Δαυιδ ἐκει̃ του̃ βασιλεύειν ἐπὶ τὸν οἰ̃κον Ιουδα καὶ ἀπήγγειλαν τω̨̃ Δαυιδ λέγοντες ὅτι οἱ ἄνδρες Ιαβις τη̃ς Γαλααδίτιδος ἔθαψαν τὸν Σαουλ
καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ιαβις τη̃ς Γαλααδίτιδος καὶ εἰ̃πεν πρὸς αὐτούς εὐλογημένοι ὑμει̃ς τω̨̃ κυρίω̨ ὅτι πεποιήκατε τὸ ἔλεος του̃το ἐπὶ τὸν κύριον ὑμω̃ν ἐπὶ Σαουλ τὸν χριστὸν κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ Ιωναθαν τὸν υἱὸν αὐτου̃
καὶ νυ̃ν ποιήσαι κύριος μεθ' ὑμω̃ν ἔλεος καὶ ἀλήθειαν καί γε ἐγὼ ποιήσω μεθ' ὑμω̃ν τὰ ἀγαθὰ ταυ̃τα ὅτι ἐποιήσατε τὸ ῥη̃μα του̃το
καὶ νυ̃ν κραταιούσθωσαν αἱ χει̃ρες ὑμω̃ν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς ὅτι τέθνηκεν ὁ κύριος ὑμω̃ν Σαουλ καί γε ἐμὲ κέχρικεν ὁ οἰ̃κος Ιουδα ἐφ' ἑαυτοὺς εἰς βασιλέα
καὶ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος του̃ Σαουλ ἔλαβεν τὸν Ιεβοσθε υἱὸν Σαουλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τη̃ς παρεμβολη̃ς εἰς Μαναεμ
καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδι̃τιν καὶ ἐπὶ τὸν Θασιρι καὶ ἐπὶ τὸν Ιεζραελ καὶ ἐπὶ τὸν Εφραιμ καὶ ἐπὶ τὸν Βενιαμιν καὶ ἐπὶ πάντα Ισραηλ
10 τεσσαράκοντα ἐτω̃ν Ιεβοσθε υἱὸς Σαουλ ὅτε ἐβασίλευσεν ἐπὶ τὸν Ισραηλ καὶ δύο ἔτη ἐβασίλευσεν πλὴν του̃ οἴκου Ιουδα οἳ ἠ̃σαν ὀπίσω Δαυιδ
11 καὶ ἐγένοντο αἱ ἡμέραι ἃς Δαυιδ ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν οἰ̃κον Ιουδα ἑπτὰ ἔτη καὶ ἓξ μη̃νας
12 καὶ ἐξη̃λθεν Αβεννηρ υἱὸς Νηρ καὶ οἱ παι̃δες Ιεβοσθε υἱου̃ Σαουλ ἐκ Μαναεμ εἰς Γαβαων
13 καὶ Ιωαβ υἱὸς Σαρουιας καὶ οἱ παι̃δες Δαυιδ ἐξήλθοσαν ἐκ Χεβρων καὶ συναντω̃σιν αὐτοι̃ς ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐπὶ τὸ αὐτό καὶ ἐκάθισαν οὑ̃τοι ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐντευ̃θεν καὶ οὑ̃τοι ἐπὶ τὴν κρήνην ἐντευ̃θεν
14 καὶ εἰ̃πεν Αβεννερ πρὸς Ιωαβ ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμω̃ν καὶ εἰ̃πεν Ιωαβ ἀναστήτωσαν
15 καὶ ἀνέστησαν καὶ παρη̃λθον ἐν ἀριθμω̨̃ τω̃ν παίδων Βενιαμιν δώδεκα τω̃ν Ιεβοσθε υἱου̃ Σαουλ καὶ δώδεκα ἐκ τω̃ν παίδων Δαυιδ
16 καὶ ἐκράτησαν ἕκαστος τη̨̃ χειρὶ τὴν κεφαλὴν του̃ πλησίον αὐτου̃ καὶ μάχαιρα αὐτου̃ εἰς πλευρὰν του̃ πλησίον αὐτου̃ καὶ πίπτουσιν κατὰ τὸ αὐτό καὶ ἐκλήθη τὸ ὄνομα του̃ τόπου ἐκείνου μερὶς τω̃ν ἐπιβούλων ἥ ἐστιν ἐν Γαβαων
17 καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἔπταισεν Αβεννηρ καὶ ἄνδρες Ισραηλ ἐνώπιον παίδων Δαυιδ
18 καὶ ἐγένοντο ἐκει̃ τρει̃ς υἱοὶ Σαρουιας Ιωαβ καὶ Αβεσσα καὶ Ασαηλ καὶ Ασαηλ κου̃φος τοι̃ς ποσὶν αὐτου̃ ὡσεὶ μία δορκὰς ἐν ἀγρω̨̃
19 καὶ κατεδίωξεν Ασαηλ ὀπίσω Αβεννηρ καὶ οὐκ ἐξέκλινεν του̃ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Αβεννηρ
20 καὶ ἐπέβλεψεν Αβεννηρ εἰς τὰ ὀπίσω αὐτου̃ καὶ εἰ̃πεν εἰ σὺ εἰ̃ αὐτὸς Ασαηλ καὶ εἰ̃πεν ἐγώ εἰμι
21 καὶ εἰ̃πεν αὐτω̨̃ Αβεννηρ ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σαυτω̨̃ ἓν τω̃ν παιδαρίων καὶ λαβὲ σεαυτω̨̃ τὴν πανοπλίαν αὐτου̃ καὶ οὐκ ἠθέλησεν Ασαηλ ἐκκλι̃ναι ἐκ τω̃ν ὄπισθεν αὐτου̃
22 καὶ προσέθετο ἔτι Αβεννηρ λέγων τω̨̃ Ασαηλ ἀπόστηθι ἀπ' ἐμου̃ ἵνα μὴ πατάξω σε εἰς τὴν γη̃ν καὶ πω̃ς ἀρω̃ τὸ πρόσωπόν μου πρὸς Ιωαβ καὶ που̃ ἐστιν ταυ̃τα ἐπίστρεφε πρὸς Ιωαβ τὸν ἀδελφόν σου
23 καὶ οὐκ ἐβούλετο του̃ ἀποστη̃ναι καὶ τύπτει αὐτὸν Αβεννηρ ἐν τω̨̃ ὀπίσω του̃ δόρατος ἐπὶ τὴν ψόαν καὶ διεξη̃λθεν τὸ δόρυ ἐκ τω̃ν ὀπίσω αὐτου̃ καὶ πίπτει ἐκει̃ καὶ ἀποθνή̨σκει ὑποκάτω αὐτου̃ καὶ ἐγένετο πα̃ς ὁ ἐρχόμενος ἕως του̃ τόπου οὑ̃ ἔπεσεν ἐκει̃ Ασαηλ καὶ ἀπέθανεν καὶ ὑφίστατο
24 καὶ κατεδίωξεν Ιωαβ καὶ Αβεσσα ὀπίσω Αβεννηρ καὶ ὁ ἥλιος ἔδυνεν καὶ αὐτοὶ εἰση̃λθον ἕως του̃ βουνου̃ Αμμαν ὅ ἐστιν ἐπὶ προσώπου γαι ὁδὸν ἔρημον Γαβαων
25 καὶ συναθροίζονται υἱοὶ Βενιαμιν οἱ ὀπίσω Αβεννηρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνου̃ ἑνός
26 καὶ ἐκάλεσεν Αβεννηρ Ιωαβ καὶ εἰ̃πεν μὴ εἰς νι̃κος καταφάγεται ἡ ῥομφαία ἠ̃ οὐκ οἰ̃δας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα καὶ ἕως πότε οὐ μὴ εἴπη̨ς τω̨̃ λαω̨̃ ἀναστρέφειν ἀπὸ ὄπισθεν τω̃ν ἀδελφω̃ν ἡμω̃ν
27 καὶ εἰ̃πεν Ιωαβ ζη̨̃ κύριος ὅτι εἰ μὴ ἐλάλησας διότι τότε ἐκ πρωίθεν ἀνέβη ὁ λαὸς ἕκαστος κατόπισθεν του̃ ἀδελφου̃ αὐτου̃
28 καὶ ἐσάλπισεν Ιωαβ τη̨̃ σάλπιγγι καὶ ἀπέστησαν πα̃ς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω του̃ Ισραηλ καὶ οὐ προσέθεντο ἔτι του̃ πολεμει̃ν
29 καὶ Αβεννηρ καὶ οἱ ἄνδρες αὐτου̃ ἀπη̃λθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν
30 καὶ Ιωαβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ του̃ Αβεννηρ καὶ συνήθροισεν πάντα τὸν λαόν καὶ ἐπεσκέπησαν τω̃ν παίδων Δαυιδ ἐννεακαίδεκα ἄνδρες καὶ Ασαηλ
31 καὶ οἱ παι̃δες Δαυιδ ἐπάταξαν τω̃ν υἱω̃ν Βενιαμιν τω̃ν ἀνδρω̃ν Αβεννηρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ' αὐτου̃
32 καὶ αἴρουσιν τὸν Ασαηλ καὶ θάπτουσιν αὐτὸν ἐν τω̨̃ τάφω̨ του̃ πατρὸς αὐτου̃ ἐν Βαιθλεεμ καὶ ἐπορεύθη Ιωαβ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτου̃ ὅλην τὴν νύκτα καὶ διέφαυσεν αὐτοι̃ς ἐν Χεβρων
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.