1 καὶ εἰ̃πεν Αχιτοφελ πρὸς Αβεσσαλωμ ἐπιλέξω δὴ ἐμαυτω̨̃ δώδεκα χιλιάδας ἀνδρω̃ν καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυιδ τὴν νύκτα |
2 καὶ ἐπελεύσομαι ἐπ' αὐτόν καὶ αὐτὸς κοπιω̃ν καὶ ἐκλελυμένος χερσίν καὶ ἐκστήσω αὐτόν καὶ φεύξεται πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ καὶ πατάξω τὸν βασιλέα μονώτατον |
3 καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σέ ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτη̃ς πλὴν ψυχὴν ἑνὸς ἀνδρὸς σὺ ζητει̃ς καὶ παντὶ τω̨̃ λαω̨̃ ἔσται εἰρήνη |
4 καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοι̃ς Αβεσσαλωμ καὶ ἐν ὀφθαλμοι̃ς πάντων τω̃ν πρεσβυτέρων Ισραηλ |
5 καὶ εἰ̃πεν Αβεσσαλωμ καλέσατε δὴ καί γε τὸν Χουσι τὸν Αραχι καὶ ἀκούσωμεν τί ἐν τω̨̃ στόματι αὐτου̃ καί γε αὐτου̃ |
6 καὶ εἰση̃λθεν Χουσι πρὸς Αβεσσαλωμ καὶ εἰ̃πεν Αβεσσαλωμ πρὸς αὐτὸν λέγων κατὰ τὸ ῥη̃μα του̃το ἐλάλησεν Αχιτοφελ εἰ ποιήσομεν κατὰ τὸν λόγον αὐτου̃ εἰ δὲ μή σὺ λάλησον |
7 καὶ εἰ̃πεν Χουσι πρὸς Αβεσσαλωμ οὐκ ἀγαθὴ αὕτη ἡ βουλή ἣν ἐβουλεύσατο Αχιτοφελ τὸ ἅπαξ του̃το |
8 καὶ εἰ̃πεν Χουσι σὺ οἰ̃δας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτου̃ ὅτι δυνατοί εἰσιν σφόδρα καὶ κατάπικροι τη̨̃ ψυχη̨̃ αὐτω̃ν ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρω̨̃ καὶ ὡς ὑ̃ς τραχει̃α ἐν τω̨̃ πεδίω̨ καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύση̨ τὸν λαόν |
9 ἰδοὺ γὰρ αὐτὸς νυ̃ν κέκρυπται ἐν ἑνὶ τω̃ν βουνω̃ν ἢ ἐν ἑνὶ τω̃ν τόπων καὶ ἔσται ἐν τω̨̃ ἐπιπεσει̃ν αὐτοι̃ς ἐν ἀρχη̨̃ καὶ ἀκούση̨ ὁ ἀκούων καὶ εἴπη̨ ἐγενήθη θραυ̃σις ἐν τω̨̃ λαω̨̃ τω̨̃ ὀπίσω Αβεσσαλωμ |
10 καί γε αὐτὸς υἱὸς δυνάμεως οὑ̃ ἡ καρδία καθὼς ἡ καρδία του̃ λέοντος τηκομένη τακήσεται ὅτι οἰ̃δεν πα̃ς Ισραηλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ' αὐτου̃ |
11 ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πα̃ς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὡς ἡ ἄμμος ἡ ἐπὶ τη̃ς θαλάσσης εἰς πλη̃θος καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσω̨ αὐτω̃ν |
12 καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τω̃ν τόπων οὑ̃ ἐὰν εὕρωμεν αὐτὸν ἐκει̃ καὶ παρεμβαλου̃μεν ἐπ' αὐτόν ὡς πίπτει ἡ δρόσος ἐπὶ τὴν γη̃ν καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτω̨̃ καὶ τοι̃ς ἀνδράσιν τοι̃ς μετ' αὐτου̃ καί γε ἕνα |
13 καὶ ἐὰν εἰς πόλιν συναχθη̨̃ καὶ λήμψεται πα̃ς Ισραηλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συρου̃μεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν ὅπως μὴ καταλειφθη̨̃ ἐκει̃ μηδὲ λίθος |
14 καὶ εἰ̃πεν Αβεσσαλωμ καὶ πα̃ς ἀνὴρ Ισραηλ ἀγαθὴ ἡ βουλὴ Χουσι του̃ Αραχι ὑπὲρ τὴν βουλὴν Αχιτοφελ καὶ κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν Αχιτοφελ τὴν ἀγαθήν ὅπως ἂν ἐπαγάγη̨ κύριος ἐπὶ Αβεσσαλωμ τὰ κακὰ πάντα |
15 καὶ εἰ̃πεν Χουσι ὁ του̃ Αραχι πρὸς Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερει̃ς οὕτως καὶ οὕτως συνεβούλευσεν Αχιτοφελ τω̨̃ Αβεσσαλωμ καὶ τοι̃ς πρεσβυτέροις Ισραηλ καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ |
16 καὶ νυ̃ν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τω̨̃ Δαυιδ λέγοντες μὴ αὐλισθη̨̃ς τὴν νύκτα ἐν Αραβωθ τη̃ς ἐρήμου καί γε διαβαίνων σπευ̃σον μήποτε καταπίη̨ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτου̃ |
17 καὶ Ιωναθαν καὶ Αχιμαας εἱστήκεισαν ἐν τη̨̃ πηγη̨̃ Ρωγηλ καὶ ἐπορεύθη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοι̃ς καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσιν τω̨̃ βασιλει̃ Δαυιδ ὅτι οὐκ ἐδύναντο ὀφθη̃ναι του̃ εἰσελθει̃ν εἰς τὴν πόλιν |
18 καὶ εἰ̃δεν αὐτοὺς παιδάριον καὶ ἀπήγγειλεν τω̨̃ Αβεσσαλωμ καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰση̃λθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουριμ καὶ αὐτω̨̃ λάκκος ἐν τη̨̃ αὐλη̨̃ καὶ κατέβησαν ἐκει̃ |
19 καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασεν τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον του̃ λάκκου καὶ ἔψυξεν ἐπ' αὐτω̨̃ Αραφωθ καὶ οὐκ ἐγνώσθη ῥη̃μα |
20 καὶ ἠ̃λθαν οἱ παι̃δες Αβεσσαλωμ πρὸς τὴν γυναι̃κα εἰς τὴν οἰκίαν καὶ εἰ̃παν που̃ Αχιμαας καὶ Ιωναθαν καὶ εἰ̃πεν αὐτοι̃ς ἡ γυνή παρη̃λθαν μικρὸν του̃ ὕδατος καὶ ἐζήτησαν καὶ οὐχ εὑ̃ραν καὶ ἀνέστρεψαν εἰς Ιερουσαλημ |
21 ἐγένετο δὲ μετὰ τὸ ἀπελθει̃ν αὐτοὺς καὶ ἀνέβησαν ἐκ του̃ λάκκου καὶ ἐπορεύθησαν καὶ ἀνήγγειλαν τω̨̃ βασιλει̃ Δαυιδ καὶ εἰ̃παν πρὸς Δαυιδ ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμω̃ν Αχιτοφελ |
22 καὶ ἀνέστη Δαυιδ καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ καὶ διέβησαν τὸν Ιορδάνην ἕως του̃ φωτὸς του̃ πρωί ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διη̃λθεν τὸν Ιορδάνην |
23 καὶ Αχιτοφελ εἰ̃δεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτου̃ καὶ ἐπέσαξεν τὴν ὄνον αὐτου̃ καὶ ἀνέστη καὶ ἀπη̃λθεν εἰς τὸν οἰ̃κον αὐτου̃ εἰς τὴν πόλιν αὐτου̃ καὶ ἐνετείλατο τω̨̃ οἴκω̨ αὐτου̃ καὶ ἀπήγξατο καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν τω̨̃ τάφω̨ του̃ πατρὸς αὐτου̃ |
24 καὶ Δαυιδ διη̃λθεν εἰς Μαναϊμ καὶ Αβεσσαλωμ διέβη τὸν Ιορδάνην αὐτὸς καὶ πα̃ς ἀνὴρ Ισραηλ μετ' αὐτου̃ |
25 καὶ τὸν Αμεσσαϊ κατέστησεν Αβεσσαλωμ ἀντὶ Ιωαβ ἐπὶ τη̃ς δυνάμεως καὶ Αμεσσαϊ υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτω̨̃ Ιοθορ ὁ Ισραηλίτης οὑ̃τος εἰση̃λθεν πρὸς Αβιγαιαν θυγατέρα Ναας ἀδελφὴν Σαρουιας μητρὸς Ιωαβ |
26 καὶ παρενέβαλεν πα̃ς Ισραηλ καὶ Αβεσσαλωμ εἰς τὴν γη̃ν Γαλααδ |
27 καὶ ἐγένετο ἡνίκα ἠ̃λθεν Δαυιδ εἰς Μαναϊμ Ουεσβι υἱὸς Ναας ἐκ Ραββαθ υἱω̃ν Αμμων καὶ Μαχιρ υἱὸς Αμιηλ ἐκ Λωδαβαρ καὶ Βερζελλι ὁ Γαλααδίτης ἐκ Ρωγελλιμ |
28 ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν |
29 καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ Σαφφωθ βοω̃ν καὶ προσήνεγκαν τω̨̃ Δαυιδ καὶ τω̨̃ λαω̨̃ τω̨̃ μετ' αὐτου̃ φαγει̃ν ὅτι εἰ̃παν ὁ λαὸς πεινω̃ν καὶ ἐκλελυμένος καὶ διψω̃ν ἐν τη̨̃ ἐρήμω̨ |