ΒΑΣΙΛΕΙΩΝ Β,
κεφαλίς 15,
στἰχοι 32-37
32 καὶ ἠ̃ν Δαυιδ ἐρχόμενος ἕως του̃ Ροως οὑ̃ προσεκύνησεν ἐκει̃ τω̨̃ θεω̨̃ καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτω̨̃ Χουσι ὁ Αρχι ἑται̃ρος Δαυιδ διερρηχὼς τὸν χιτω̃να αὐτου̃ καὶ γη̃ ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ |
33 καὶ εἰ̃πεν αὐτω̨̃ Δαυιδ ἐὰν μὲν διαβη̨̃ς μετ' ἐμου̃ καὶ ἔση̨ ἐπ' ἐμὲ εἴς βάσταγμα |
34 καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψη̨ς καὶ ἐρει̃ς τω̨̃ Αβεσσαλωμ διεληλύθασιν οἱ ἀδελφοί σου καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου καὶ νυ̃ν παι̃ς σού εἰμι βασιλευ̃ ἔασόν με ζη̃σαι παι̃ς του̃ πατρός σου ἤμην τότε καὶ ἀρτίως καὶ νυ̃ν ἐγὼ δου̃λος σός καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοφελ |
35 καὶ ἰδοὺ μετὰ σου̃ ἐκει̃ Σαδωκ καὶ Αβιαθαρ οἱ ἱερει̃ς καὶ ἔσται πα̃ν ῥη̃μα ὃ ἐὰν ἀκούση̨ς ἐξ οἴκου του̃ βασιλέως καὶ ἀναγγελει̃ς τω̨̃ Σαδωκ καὶ τω̨̃ Αβιαθαρ τοι̃ς ἱερευ̃σιν |
36 ἰδοὺ ἐκει̃ μετ' αὐτω̃ν δύο υἱοὶ αὐτω̃ν Αχιμαας υἱὸς τω̨̃ Σαδωκ καὶ Ιωναθαν υἱὸς τω̨̃ Αβιαθαρ καὶ ἀποστελει̃τε ἐν χειρὶ αὐτω̃ν πρός με πα̃ν ῥη̃μα ὃ ἐὰν ἀκούσητε |
37 καὶ εἰση̃λθεν Χουσι ὁ ἑται̃ρος Δαυιδ εἰς τὴν πόλιν καὶ Αβεσσαλωμ εἰσεπορεύετο εἰς Ιερουσαλημ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.