Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 11

καὶ ἐγένετο ἐπιστρέψαντος του̃ ἐνιαυτου̃ εἰς τὸν καιρὸν τη̃ς ἐξοδίας τω̃ν βασιλέων καὶ ἀπέστειλεν Δαυιδ τὸν Ιωαβ καὶ τοὺς παι̃δας αὐτου̃ μετ' αὐτου̃ καὶ τὸν πάντα Ισραηλ καὶ διέφθειραν τοὺς υἱοὺς Αμμων καὶ διεκάθισαν ἐπὶ Ραββαθ καὶ Δαυιδ ἐκάθισεν ἐν Ιερουσαλημ
καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυιδ ἀπὸ τη̃ς κοίτης αὐτου̃ καὶ περιεπάτει ἐπὶ του̃ δώματος του̃ οἴκου του̃ βασιλέως καὶ εἰ̃δεν γυναι̃κα λουομένην ἀπὸ του̃ δώματος καὶ ἡ γυνὴ καλὴ τω̨̃ εἴδει σφόδρα
καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐζήτησεν τὴν γυναι̃κα καὶ εἰ̃πεν οὐχὶ αὕτη Βηρσαβεε θυγάτηρ Ελιαβ γυνὴ Ουριου του̃ Χετταίου
καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν καὶ εἰση̃λθεν πρὸς αὐτόν καὶ ἐκοιμήθη μετ' αὐτη̃ς καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτη̃ς καὶ ἀπέστρεψεν εἰς τὸν οἰ̃κον αὐτη̃ς
καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή καὶ ἀποστείλασα ἀπήγγειλεν τω̨̃ Δαυιδ καὶ εἰ̃πεν ἐγώ εἰμι ἐν γαστρὶ ἔχω
καὶ ἀπέστειλεν Δαυιδ πρὸς Ιωαβ λέγων ἀπόστειλον πρός με τὸν Ουριαν τὸν Χετται̃ον καὶ ἀπέστειλεν Ιωαβ τὸν Ουριαν πρὸς Δαυιδ
καὶ παραγίνεται Ουριας καὶ εἰση̃λθεν πρὸς αὐτόν καὶ ἐπηρώτησεν Δαυιδ εἰς εἰρήνην Ιωαβ καὶ εἰς εἰρήνην του̃ λαου̃ καὶ εἰς εἰρήνην του̃ πολέμου
καὶ εἰ̃πεν Δαυιδ τω̨̃ Ουρια κατάβηθι εἰς τὸν οἰ̃κόν σου καὶ νίψαι τοὺς πόδας σου καὶ ἐξη̃λθεν Ουριας ἐξ οἴκου του̃ βασιλέως καὶ ἐξη̃λθεν ὀπίσω αὐτου̃ ἄρσις του̃ βασιλέως
καὶ ἐκοιμήθη Ουριας παρὰ τη̨̃ θύρα̨ του̃ βασιλέως μετὰ τω̃ν δούλων του̃ κυρίου αὐτου̃ καὶ οὐ κατέβη εἰς τὸν οἰ̃κον αὐτου̃
10 καὶ ἀνήγγειλαν τω̨̃ Δαυιδ λέγοντες ὅτι οὐ κατέβη Ουριας εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ εἰ̃πεν Δαυιδ πρὸς Ουριαν οὐχὶ ἐξ ὁδου̃ σὺ ἔρχη̨ τί ὅτι οὐ κατέβης εἰς τὸν οἰ̃κόν σου
11 καὶ εἰ̃πεν Ουριας πρὸς Δαυιδ ἡ κιβωτὸς καὶ Ισραηλ καὶ Ιουδας κατοικου̃σιν ἐν σκηναι̃ς καὶ ὁ κύριός μου Ιωαβ καὶ οἱ δου̃λοι του̃ κυρίου μου ἐπὶ πρόσωπον του̃ ἀγρου̃ παρεμβάλλουσιν καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἰ̃κόν μου φαγει̃ν καὶ πιει̃ν καὶ κοιμηθη̃ναι μετὰ τη̃ς γυναικός μου πω̃ς ζη̨̃ ἡ ψυχή σου εἰ ποιήσω τὸ ῥη̃μα του̃το
12 καὶ εἰ̃πεν Δαυιδ πρὸς Ουριαν κάθισον ἐνταυ̃θα καί γε σήμερον καὶ αὔριον ἐξαποστελω̃ σε καὶ ἐκάθισεν Ουριας ἐν Ιερουσαλημ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ τη̨̃ ἐπαύριον
13 καὶ ἐκάλεσεν αὐτὸν Δαυιδ καὶ ἔφαγεν ἐνώπιον αὐτου̃ καὶ ἔπιεν καὶ ἐμέθυσεν αὐτόν καὶ ἐξη̃λθεν ἑσπέρας του̃ κοιμηθη̃ναι ἐπὶ τη̃ς κοίτης αὐτου̃ μετὰ τω̃ν δούλων του̃ κυρίου αὐτου̃ καὶ εἰς τὸν οἰ̃κον αὐτου̃ οὐ κατέβη
14 καὶ ἐγένετο πρωὶ καὶ ἔγραψεν Δαυιδ βιβλίον πρὸς Ιωαβ καὶ ἀπέστειλεν ἐν χειρὶ Ουριου
15 καὶ ἔγραψεν ἐν τω̨̃ βιβλίω̨ λέγων εἰσάγαγε τὸν Ουριαν ἐξ ἐναντίας του̃ πολέμου του̃ κραταιου̃ καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτου̃ καὶ πληγήσεται καὶ ἀποθανει̃ται
16 καὶ ἐγενήθη ἐν τω̨̃ φυλάσσειν Ιωαβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκεν τὸν Ουριαν εἰς τὸν τόπον οὑ̃ ἤ̨δει ὅτι ἄνδρες δυνάμεως ἐκει̃
17 καὶ ἐξη̃λθον οἱ ἄνδρες τη̃ς πόλεως καὶ ἐπολέμουν μετὰ Ιωαβ καὶ ἔπεσαν ἐκ του̃ λαου̃ ἐκ τω̃ν δούλων Δαυιδ καὶ ἀπέθανεν καί γε Ουριας ὁ Χετται̃ος
18 καὶ ἀπέστειλεν Ιωαβ καὶ ἀπήγγειλεν τω̨̃ βασιλει̃ πάντας τοὺς λόγους του̃ πολέμου
19 καὶ ἐνετείλατο τω̨̃ ἀγγέλω̨ λέγων ἐν τω̨̃ συντελέσαι σε πάντας τοὺς λόγους του̃ πολέμου λαλη̃σαι πρὸς τὸν βασιλέα
20 καὶ ἔσται ἐὰν ἀναβη̨̃ ὁ θυμὸς του̃ βασιλέως καὶ εἴπη̨ σοι τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμη̃σαι οὐκ ἤ̨δειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν του̃ τείχους
21 τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἐπάνωθεν του̃ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι ἵνα τί προσηγάγετε πρὸς τὸ τει̃χος καὶ ἐρει̃ς καί γε Ουριας ὁ δου̃λός σου ὁ Χετται̃ος ἀπέθανεν
22 καὶ ἐπορεύθη ὁ ἄγγελος Ιωαβ πρὸς τὸν βασιλέα εἰς Ιερουσαλημ καὶ παρεγένετο καὶ ἀπήγγειλεν τω̨̃ Δαυιδ πάντα ὅσα ἀπήγγειλεν αὐτω̨̃ Ιωαβ πάντα τὰ ῥήματα του̃ πολέμου καὶ ἐθυμώθη Δαυιδ πρὸς Ιωαβ καὶ εἰ̃πεν πρὸς τὸν ἄγγελον ἵνα τί προσηγάγετε πρὸς τὴν πόλιν του̃ πολεμη̃σαι οὐκ ἤ̨δειτε ὅτι πληγήσεσθε ἀπὸ του̃ τείχους τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἀπὸ του̃ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι ἵνα τί προσηγάγετε πρὸς τὸ τει̃χος
23 καὶ εἰ̃πεν ὁ ἄγγελος πρὸς Δαυιδ ὅτι ἐκραταίωσαν ἐφ' ἡμα̃ς οἱ ἄνδρες καὶ ἐξη̃λθαν ἐφ' ἡμα̃ς εἰς τὸν ἀγρόν καὶ ἐγενήθημεν ἐπ' αὐτοὺς ἕως τη̃ς θύρας τη̃ς πύλης
24 καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παι̃δάς σου ἀπάνωθεν του̃ τείχους καὶ ἀπέθαναν τω̃ν παίδων του̃ βασιλέως καί γε ὁ δου̃λός σου Ουριας ὁ Χετται̃ος ἀπέθανεν
25 καὶ εἰ̃πεν Δαυιδ πρὸς τὸν ἄγγελον τάδε ἐρει̃ς πρὸς Ιωαβ μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοι̃ς σου τὸ ῥη̃μα του̃το ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα κραταίωσον τὸν πόλεμόν σου πρὸς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτόν
26 καὶ ἤκουσεν ἡ γυνὴ Ουριου ὅτι ἀπέθανεν Ουριας ὁ ἀνὴρ αὐτη̃ς καὶ ἐκόψατο τὸν ἄνδρα αὐτη̃ς
27 καὶ διη̃λθεν τὸ πένθος καὶ ἀπέστειλεν Δαυιδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἐγενήθη αὐτω̨̃ εἰς γυναι̃κα καὶ ἔτεκεν αὐτω̨̃ υἱόν καὶ πονηρὸν ἐφάνη τὸ ῥη̃μα ὃ ἐποίησεν Δαυιδ ἐν ὀφθαλμοι̃ς κυρίου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.