ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β,
κεφαλίς 9,
στἰχοι 8-14
8 δυνατει̃ δὲ ὁ θεòς πα̃σαν χάριν περισσευ̃σαι εἰς ὑμα̃ς ἵνα ἐν παντὶ πάντοτε πα̃σαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πα̃ν ἔργον ἀγαθόν |
9 καθὼς γέγραπται ἐσκόρπισεν ἔδωκεν τοι̃ς πένησιν ἡ δικαιοσύνη αὐτου̃ μένει εἰς τòν αἰω̃να |
10 ὁ δὲ ἐπιχορηγω̃ν σπόρον τω̨̃ σπείροντι καὶ ἄρτον εἰς βρω̃σιν χορηγήσει καὶ πληθυνει̃ τòν σπόρον ὑμω̃ν καὶ αὐξήσει τὰ γενήματα τη̃ς δικαιοσύνης ὑμω̃ν |
11 ἐν παντὶ πλουτιζόμενοι εἰς πα̃σαν ἁπλότητα ἥτις κατεργάζεται δι' ἡμω̃ν εὐχαριστίαν τω̨̃ θεω̨̃ |
12 ὅτι ἡ διακονία τη̃ς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληρου̃σα τὰ ὑστερήματα τω̃ν ἁγίων ἀλλὰ καὶ περισσεύουσα διὰ πολλω̃ν εὐχαριστιω̃ν τω̨̃ θεω̨̃ |
13 διὰ τη̃ς δοκιμη̃ς τη̃ς διακονίας ταύτης δοξάζοντες τòν θεòν ἐπὶ τη̨̃ ὑποταγη̨̃ τη̃ς ὁμολογίας ὑμω̃ν εἰς τò εὐαγγέλιον του̃ Χριστου̃ καὶ ἁπλότητι τη̃ς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας |
14 καὶ αὐτω̃ν δεήσει ὑπὲρ ὑμω̃ν ἐπιποθούντων ὑμα̃ς διὰ τὴν ὑπερβάλλουσαν χάριν του̃ θεου̃ ἐφ' ὑμι̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.