Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β, κεφαλίς 4

διὰ του̃το ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν οὐκ ἐγκακου̃μεν
ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τη̃ς αἰσχύνης μὴ περιπατου̃ντες ἐν πανουργία̨ μηδὲ δολου̃ντες τòν λόγον του̃ θεου̃ ἀλλὰ τη̨̃ φανερώσει τη̃ς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρòς πα̃σαν συνείδησιν ἀνθρώπων ἐνώπιον του̃ θεου̃
εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τò εὐαγγέλιον ἡμω̃ν ἐν τοι̃ς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον
ἐν οἱ̃ς ὁ θεòς του̃ αἰω̃νος τούτου ἐτύφλωσεν τὰ νοήματα τω̃ν ἀπίστων εἰς τò μὴ αὐγάσαι τòν φωτισμòν του̃ εὐαγγελίου τη̃ς δόξης του̃ Χριστου̃ ὅς ἐστιν εἰκὼν του̃ θεου̃
οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ ’Ιησου̃ν Χριστòν κύριον ἑαυτοὺς δὲ δούλους ὑμω̃ν διὰ ’Ιησου̃ν
ὅτι ὁ θεòς ὁ εἰπών ἐκ σκότους φω̃ς λάμψει ὃς ἔλαμψεν ἐν ται̃ς καρδίαις ἡμω̃ν πρòς φωτισμòν τη̃ς γνώσεως τη̃ς δόξης του̃ θεου̃ ἐν προσώπω̨ ’Ιησου̃ Χριστου̃
ἔχομεν δὲ τòν θησαυρòν του̃τον ἐν ὀστρακίνοις σκεύεσιν ἵνα ἡ ὑπερβολὴ τη̃ς δυνάμεως ἠ̨̃ του̃ θεου̃ καὶ μὴ ἐξ ἡμω̃ν
ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι ἀπορούμενοι ἀλλ' οὐκ ἐξαπορούμενοι
διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι
10 πάντοτε τὴν νέκρωσιν του̃ ’Ιησου̃ ἐν τω̨̃ σώματι περιφέροντες ἵνα καὶ ἡ ζωὴ του̃ ’Ιησου̃ ἐν τω̨̃ σώματι ἡμω̃ν φανερωθη̨̃
11 ἀεὶ γὰρ ἡμει̃ς οἱ ζω̃ντες εἰς θάνατον παραδιδόμεθα διὰ ’Ιησου̃ν ἵνα καὶ ἡ ζωὴ του̃ ’Ιησου̃ φανερωθη̨̃ ἐν τη̨̃ θνητη̨̃ σαρκὶ ἡμω̃ν
12 ὥστε ὁ θάνατος ἐν ἡμι̃ν ἐνεργει̃ται ἡ δὲ ζωὴ ἐν ὑμι̃ν
13 ἔχοντες δὲ τò αὐτò πνευ̃μα τη̃ς πίστεως κατὰ τò γεγραμμένον ἐπίστευσα διò ἐλάλησα καὶ ἡμει̃ς πιστεύομεν διò καὶ λαλου̃μεν
14 εἰδότες ὅτι ὁ ἐγείρας τòν κύριον ’Ιησου̃ν καὶ ἡμα̃ς σὺν ’Ιησου̃ ἐγερει̃ καὶ παραστήσει σὺν ὑμι̃ν
15 τὰ γὰρ πάντα δι' ὑμα̃ς ἵνα ἡ χάρις πλεονάσασα διὰ τω̃ν πλειόνων τὴν εὐχαριστίαν περισσεύση̨ εἰς τὴν δόξαν του̃ θεου̃
16 διò οὐκ ἐγκακου̃μεν ἀλλ' εἰ καὶ ὁ ἔξω ἡμω̃ν ἄνθρωπος διαφθείρεται ἀλλ' ὁ ἔσω ἡμω̃ν ἀνακαινου̃ται ἡμέρα̨ καὶ ἡμέρα̨
17 τò γὰρ παραυτίκα ἐλαφρòν τη̃ς θλίψεως ἡμω̃ν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμι̃ν
18 μὴ σκοπούντων ἡμω̃ν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα τὰ γὰρ βλεπόμενα πρόσκαιρα τὰ δὲ μὴ βλεπόμενα αἰώνια
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.