ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β,
κεφαλίς 15
1 καὶ Αζαριας υἱὸς Ωδηδ ἐγένετο ἐπ' αὐτὸν πνευ̃μα κυρίου |
2 καὶ ἐξη̃λθεν εἰς ἀπάντησιν Ασα καὶ παντὶ Ιουδα καὶ Βενιαμιν καὶ εἰ̃πεν ἀκούσατέ μου Ασα καὶ πα̃ς Ιουδα καὶ Βενιαμιν κύριος μεθ' ὑμω̃ν ἐν τω̨̃ εἰ̃ναι ὑμα̃ς μετ' αὐτου̃ καὶ ἐὰν ἐκζητήσητε αὐτόν εὑρεθήσεται ὑμι̃ν καὶ ἐὰν ἐγκαταλίπητε αὐτόν ἐγκαταλείψει ὑμα̃ς |
3 καὶ ἡμέραι πολλαὶ τω̨̃ Ισραηλ ἐν οὐ θεω̨̃ ἀληθινω̨̃ καὶ οὐχ ἱερέως ὑποδεικνύοντος καὶ ἐν οὐ νόμω̨ |
4 καὶ ἐπιστρέψει ἐπὶ κύριον θεὸν Ισραηλ καὶ εὑρεθήσεται αὐτοι̃ς |
5 καὶ ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ οὐκ ἔστιν εἰρήνη τω̨̃ ἐκπορευομένω̨ καὶ τω̨̃ εἰσπορευομένω̨ ὅτι ἔκστασις κυρίου ἐπὶ πάντας τοὺς κατοικου̃ντας τὰς χώρας |
6 καὶ πολεμήσει ἔθνος πρὸς ἔθνος καὶ πόλις πρὸς πόλιν ὅτι ὁ θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάση̨ θλίψει |
7 καὶ ὑμει̃ς ἰσχύσατε καὶ μὴ ἐκλυέσθωσαν αἱ χει̃ρες ὑμω̃ν ὅτι ἔστιν μισθὸς τη̨̃ ἐργασία̨ ὑμω̃ν |
8 καὶ ἐν τω̨̃ ἀκου̃σαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν Αδαδ του̃ προφήτου καὶ κατίσχυσεν καὶ ἐξέβαλεν τὰ βδελύγματα ἀπὸ πάσης τη̃ς γη̃ς Ιουδα καὶ Βενιαμιν καὶ ἀπὸ τω̃ν πόλεων ὡ̃ν κατέσχεν ἐν ὄρει Εφραιμ καὶ ἐνεκαίνισεν τὸ θυσιαστήριον κυρίου ὃ ἠ̃ν ἔμπροσθεν του̃ ναου̃ κυρίου |
9 καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν καὶ τοὺς προσηλύτους τοὺς παροικου̃ντας μετ' αὐτου̃ ἀπὸ Εφραιμ καὶ ἀπὸ Μανασση καὶ ἀπὸ Συμεων ὅτι προσετέθησαν πρὸς αὐτὸν πολλοὶ του̃ Ισραηλ ἐν τω̨̃ ἰδει̃ν αὐτοὺς ὅτι κύριος ὁ θεὸς αὐτου̃ μετ' αὐτου̃ |
10 καὶ συνήχθησαν εἰς Ιερουσαλημ ἐν τω̨̃ μηνὶ τω̨̃ τρίτω̨ ἐν τω̨̃ πεντεκαιδεκάτω̨ ἔτει τη̃ς βασιλείας Ασα |
11 καὶ ἔθυσεν τω̨̃ κυρίω̨ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἀπὸ τω̃ν σκύλων ὡ̃ν ἤνεγκαν μόσχους ἑπτακοσίους καὶ πρόβατα ἑπτακισχίλια |
12 καὶ διη̃λθεν ἐν διαθήκη̨ ζητη̃σαι κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν ἐξ ὅλης τη̃ς καρδίας καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς |
13 καὶ πα̃ς ὃς ἐὰν μὴ ἐκζητήση̨ κύριον θεὸν Ισραηλ ἀποθανει̃ται ἀπὸ νεωτέρου ἕως πρεσβυτέρου ἀπὸ ἀνδρὸς ἕως γυναικός |
14 καὶ ὤμοσαν ἐν τω̨̃ κυρίω̨ ἐν φωνη̨̃ μεγάλη̨ καὶ ἐν σάλπιγξιν καὶ ἐν κερατίναις |
15 καὶ ηὐφράνθησαν πα̃ς Ιουδα περὶ του̃ ὅρκου ὅτι ἐξ ὅλης τη̃ς ψυχη̃ς ὤμοσαν καὶ ἐν πάση̨ θελήσει ἐζήτησαν αὐτόν καὶ εὑρέθη αὐτοι̃ς καὶ κατέπαυσεν αὐτοι̃ς κύριος κυκλόθεν |
16 καὶ τὴν Μααχα τὴν μητέρα αὐτου̃ μετέστησεν του̃ μὴ εἰ̃ναι τη̨̃ 'Αστάρτη̨ λειτουργου̃σαν καὶ κατέκοψεν τὸ εἴδωλον καὶ κατέκαυσεν ἐν χειμάρρω̨ Κεδρων |
17 πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν ἔτι ὑπη̃ρχεν ἐν τω̨̃ Ισραηλ ἀλλ' ἢ καρδία Ασα ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτου̃ |
18 καὶ εἰσήνεγκεν τὰ ἅγια Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ τὰ ἅγια οἴκου κυρίου του̃ θεου̃ ἀργύριον καὶ χρυσίον καὶ σκεύη |
19 καὶ πόλεμος οὐκ ἠ̃ν μετ' αὐτου̃ ἕως του̃ πέμπτου καὶ τριακοστου̃ ἔτους τη̃ς βασιλείας Ασα |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.