ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΊΣ Α,
κεφαλίς 4,
στἰχοι 13-18
13 οὐ θέλομεν δὲ ὑμα̃ς ἀγνοει̃ν ἀδελφοί περὶ τω̃ν κοιμωμένων ἵνα μὴ λυπη̃σθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα |
14 εἰ γὰρ πιστεύομεν ὅτι ’Ιησου̃ς ἀπέθανεν καὶ ἀνέστη οὕτως καὶ ὁ θεòς τοὺς κοιμηθέντας διὰ του̃ ’Ιησου̃ ἄξει σὺν αὐτω̨̃ |
15 του̃το γὰρ ὑμι̃ν λέγομεν ἐν λόγω̨ κυρίου ὅτι ἡμει̃ς οἱ ζω̃ντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν του̃ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας |
16 ὅτι αὐτòς ὁ κύριος ἐν κελεύσματι ἐν φωνη̨̃ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεου̃ καταβήσεται ἀπ' οὐρανου̃ καὶ οἱ νεκροὶ ἐν Χριστω̨̃ ἀναστήσονται πρω̃τον |
17 ἔπειτα ἡμει̃ς οἱ ζω̃ντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοι̃ς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν του̃ κυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν κυρίω̨ ἐσόμεθα |
18 ὥστε παρακαλει̃τε ἀλλήλους ἐν τοι̃ς λόγοις τούτοις |
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΊΣ Α,
κεφαλίς 5,
στἰχοι 1-11
1 περὶ δὲ τω̃ν χρόνων καὶ τω̃ν καιρω̃ν ἀδελφοί οὐ χρείαν ἔχετε ὑμι̃ν γράφεσθαι |
2 αὐτοὶ γὰρ ἀκριβω̃ς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται |
3 ὅταν λέγωσιν εἰρήνη καὶ ἀσφάλεια τότε αἰφνίδιος αὐτοι̃ς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τη̨̃ ἐν γαστρὶ ἐχούση̨ καὶ οὐ μὴ ἐκφύγωσιν |
4 ὑμει̃ς δέ ἀδελφοί οὐκ ἐστὲ ἐν σκότει ἵνα ἡ ἡμέρα ὑμα̃ς ὡς κλέπτης καταλάβη̨ |
5 πάντες γὰρ ὑμει̃ς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας οὐκ ἐσμὲν νυκτòς οὐδὲ σκότους |
6 ἄρα οὐ̃ν μὴ καθεύδωμεν ὡς οἱ λοιποί ἀλλὰ γρηγορω̃μεν καὶ νήφωμεν |
7 οἱ γὰρ καθεύδοντες νυκτòς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτòς μεθύουσιν |
8 ἡμει̃ς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας |
9 ὅτι οὐκ ἔθετο ἡμα̃ς ὁ θεòς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ |
10 του̃ ἀποθανόντος ὑπὲρ ἡμω̃ν ἵνα εἴτε γρηγορω̃μεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτω̨̃ ζήσωμεν |
11 διò παρακαλει̃τε ἀλλήλους καὶ οἰκοδομει̃τε εἱ̃ς τòν ἕνα καθὼς καὶ ποιει̃τε |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.