Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α, κεφαλίς 3

ὁμοίως αἱ γυναι̃κες ὑποτασσόμεναι τοι̃ς ἰδίοις ἀνδράσιν ἵνα καὶ εἴ τινες ἀπειθου̃σιν τω̨̃ λόγω̨ διὰ τη̃ς τω̃ν γυναικω̃ν ἀναστροφη̃ς ἄνευ λόγου κερδηθήσονται
ἐποπτεύσαντες τὴν ἐν φόβω̨ ἁγνὴν ἀναστροφὴν ὑμω̃ν
ὡ̃ν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκη̃ς τριχω̃ν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος
ἀλλ' ὁ κρυπτòς τη̃ς καρδίας ἄνθρωπος ἐν τω̨̃ ἀφθάρτω̨ του̃ πραέως καὶ ἡσυχίου πνεύματος ὅ ἐστιν ἐνώπιον του̃ θεου̃ πολυτελές
οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναι̃κες αἱ ἐλπίζουσαι εἰς θεòν ἐκόσμουν ἑαυτάς ὑποτασσόμεναι τοι̃ς ἰδίοις ἀνδράσιν
ὡς Σάρρα ὑπήκουσεν τω̨̃ ’Αβραάμ κύριον αὐτòν καλου̃σα ἡ̃ς ἐγενήθητε τέκνα ἀγαθοποιου̃σαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν
οἱ ἄνδρες ὁμοίως συνοικου̃ντες κατὰ γνω̃σιν ὡς ἀσθενεστέρω̨ σκεύει τω̨̃ γυναικείω̨ ἀπονέμοντες τιμήν ὡς καὶ συγκληρονόμοις χάριτος ζωη̃ς εἰς τò μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμω̃ν
τò δὲ τέλος πάντες ὁμόφρονες συμπαθει̃ς φιλάδελφοι εὔσπλαγχνοι ταπεινόφρονες
μὴ ἀποδιδόντες κακòν ἀντὶ κακου̃ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ εὐλογου̃ντες ὅτι εἰς του̃το ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε
10 ὁ γὰρ θέλων ζωὴν ἀγαπα̃ν καὶ ἰδει̃ν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλω̃σσαν ἀπò κακου̃ καὶ χείλη του̃ μὴ λαλη̃σαι δόλον
11 ἐκκλινάτω δὲ ἀπò κακου̃ καὶ ποιησάτω ἀγαθόν ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν
12 ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὠ̃τα αὐτου̃ εἰς δέησιν αὐτω̃ν πρόσωπον δὲ κυρίου ἐπὶ ποιου̃ντας κακά
13 καὶ τίς ὁ κακώσων ὑμα̃ς ἐὰν του̃ ἀγαθου̃ ζηλωταὶ γένησθε
14 ἀλλ' εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην μακάριοι τòν δὲ φόβον αὐτω̃ν μὴ φοβηθη̃τε μηδὲ ταραχθη̃τε
15 κύριον δὲ τòν Χριστòν ἁγιάσατε ἐν ται̃ς καρδίαις ὑμω̃ν ἕτοιμοι ἀεὶ πρòς ἀπολογίαν παντὶ τω̨̃ αἰτου̃ντι ὑμα̃ς λόγον περὶ τη̃ς ἐν ὑμι̃ν ἐλπίδος
16 ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου συνείδησιν ἔχοντες ἀγαθήν ἵνα ἐν ὡ̨̃ καταλαλει̃σθε καταισχυνθω̃σιν οἱ ἐπηρεάζοντες ὑμω̃ν τὴν ἀγαθὴν ἐν Χριστω̨̃ ἀναστροφήν
17 κρει̃ττον γὰρ ἀγαθοποιου̃ντας εἰ θέλοι τò θέλημα του̃ θεου̃ πάσχειν ἢ κακοποιου̃ντας
18 ὅτι καὶ Χριστòς ἅπαξ περὶ ἁμαρτιω̃ν ἔπαθεν δίκαιος ὑπὲρ ἀδίκων ἵνα ὑμα̃ς προσαγάγη̨ τω̨̃ θεω̨̃ θανατωθεὶς μὲν σαρκὶ ζω̨οποιηθεὶς δὲ πνεύματι
19 ἐν ὡ̨̃ καὶ τοι̃ς ἐν φυλακη̨̃ πνεύμασιν πορευθεὶς ἐκήρυξεν
20 ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ του̃ θεου̃ μακροθυμία ἐν ἡμέραις Νω̃ε κατασκευαζομένης κιβωτου̃ εἰς ἣν ὀλίγοι του̃τ' ἔστιν ὀκτὼ ψυχαί διεσώθησαν δι' ὕδατος
21 ὃ καὶ ὑμα̃ς ἀντίτυπον νυ̃ν σώ̨ζει βάπτισμα οὐ σαρκòς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθη̃ς ἐπερώτημα εἰς θεόν δι' ἀναστάσεως ’Ιησου̃ Χριστου̃
22 ὅς ἐστιν ἐν δεξια̨̃ του̃ θεου̃ πορευθεὶς εἰς οὐρανόν ὑποταγέντων αὐτω̨̃ ἀγγέλων καὶ ἐξουσιω̃ν καὶ δυνάμεων
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.