1 καὶ ἠ̃ν ἡ κιβωτὸς ἐν ἀγρω̨̃ τω̃ν ἀλλοφύλων ἑπτὰ μη̃νας καὶ ἐξέζεσεν ἡ γη̃ αὐτω̃ν μύας |
2 καὶ καλου̃σιν ἀλλόφυλοι τοὺς ἱερει̃ς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτω̃ν λέγοντες τί ποιήσωμεν τη̨̃ κιβωτω̨̃ κυρίου γνωρίσατε ἡμι̃ν ἐν τίνι ἀποστελου̃μεν αὐτὴν εἰς τὸν τόπον αὐτη̃ς |
3 καὶ εἰ̃παν εἰ ἐξαπεστέλλετε ὑμει̃ς τὴν κιβωτὸν διαθήκης κυρίου θεου̃ Ισραηλ μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν ἀλλὰ ἀποδιδόντες ἀπόδοτε αὐτη̨̃ τη̃ς βασάνου καὶ τότε ἰαθήσεσθε καὶ ἐξιλασθήσεται ὑμι̃ν μὴ οὐκ ἀποστη̨̃ ἡ χεὶρ αὐτου̃ ἀφ' ὑμω̃ν |
4 καὶ λέγουσιν τί τὸ τη̃ς βασάνου ἀποδώσομεν αὐτη̨̃ καὶ εἰ̃παν κατ' ἀριθμὸν τω̃ν σατραπω̃ν τω̃ν ἀλλοφύλων πέντε ἕδρας χρυσα̃ς ὅτι πται̃σμα ἓν ὑμι̃ν καὶ τοι̃ς ἄρχουσιν ὑμω̃ν καὶ τω̨̃ λαω̨̃ |
5 καὶ μυ̃ς χρυσου̃ς ὁμοίωμα τω̃ν μυω̃ν ὑμω̃ν τω̃ν διαφθειρόντων τὴν γη̃ν καὶ δώσετε τω̨̃ κυρίω̨ δόξαν ὅπως κουφίση̨ τὴν χει̃ρα αὐτου̃ ἀφ' ὑμω̃ν καὶ ἀπὸ τω̃ν θεω̃ν ὑμω̃ν καὶ ἀπὸ τη̃ς γη̃ς ὑμω̃ν |
6 καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμω̃ν ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραω τὴν καρδίαν αὐτω̃ν οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοι̃ς ἐξαπέστειλαν αὐτούς καὶ ἀπη̃λθον |
7 καὶ νυ̃ν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τω̃ν τέκνων καὶ ζεύξατε τὰς βόας ἐν τη̨̃ ἁμάξη̨ καὶ ἀπαγάγετε τὰ τέκνα ἀπὸ ὄπισθεν αὐτω̃ν εἰς οἰ̃κον |
8 καὶ λήμψεσθε τὴν κιβωτὸν καὶ θήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν καὶ τὰ σκεύη τὰ χρυσα̃ ἀποδώσετε αὐτη̨̃ τη̃ς βασάνου καὶ θήσετε ἐν θέματι βερσεχθαν ἐκ μέρους αὐτη̃ς καὶ ἐξαποστελει̃τε αὐτὴν καὶ ἀπελάσατε αὐτήν καὶ ἀπελεύσεται |
9 καὶ ὄψεσθε εἰ εἰς ὁδὸν ὁρίων αὐτη̃ς πορεύσεται κατὰ Βαιθσαμυς αὐτὸς πεποίηκεν ἡμι̃ν τὴν κακίαν ταύτην τὴν μεγάλην καὶ ἐὰν μή καὶ γνωσόμεθα ὅτι οὐ χεὶρ αὐτου̃ ἡ̃πται ἡμω̃ν ἀλλὰ σύμπτωμα του̃το γέγονεν ἡμι̃ν |
10 καὶ ἐποίησαν οἱ ἀλλόφυλοι οὕτως καὶ ἔλαβον δύο βόας πρωτοτοκούσας καὶ ἔζευξαν αὐτὰς ἐν τη̨̃ ἁμάξη̨ καὶ τὰ τέκνα αὐτω̃ν ἀπεκώλυσαν εἰς οἰ̃κον |
11 καὶ ἔθεντο τὴν κιβωτὸν ἐπὶ τὴν ἅμαξαν καὶ τὸ θέμα εργαβ καὶ τοὺς μυ̃ς τοὺς χρυσου̃ς |
12 καὶ κατεύθυναν αἱ βόες ἐν τη̨̃ ὁδω̨̃ εἰς ὁδὸν Βαιθσαμυς ἐν τρίβω̨ ἑνὶ ἐπορεύοντο καὶ ἐκοπίων καὶ οὐ μεθίσταντο δεξιὰ οὐδὲ ἀριστερά καὶ οἱ σατράπαι τω̃ν ἀλλοφύλων ἐπορεύοντο ὀπίσω αὐτη̃ς ἕως ὁρίων Βαιθσαμυς |
13 καὶ οἱ ἐν Βαιθσαμυς ἐθέριζον θερισμὸν πυρω̃ν ἐν κοιλάδι καὶ ἠ̃ραν ὀφθαλμοὺς αὐτω̃ν καὶ εἰ̃δον κιβωτὸν κυρίου καὶ ηὐφράνθησαν εἰς ἀπάντησιν αὐτη̃ς |
14 καὶ ἡ ἅμαξα εἰση̃λθεν εἰς ἀγρὸν Ωσηε τὸν ἐν Βαιθσαμυς καὶ ἔστησαν ἐκει̃ παρ' αὐτη̨̃ λίθον μέγαν καὶ σχίζουσιν τὰ ξύλα τη̃ς ἁμάξης καὶ τὰς βόας ἀνήνεγκαν εἰς ὁλοκαύτωσιν τω̨̃ κυρίω̨ |
15 καὶ οἱ Λευι̃ται ἀνήνεγκαν τὴν κιβωτὸν του̃ κυρίου καὶ τὸ θέμα εργαβ μετ' αὐτη̃ς καὶ τὰ ἐπ' αὐτη̃ς σκεύη τὰ χρυσα̃ καὶ ἔθεντο ἐπὶ του̃ λίθου του̃ μεγάλου καὶ οἱ ἄνδρες Βαιθσαμυς ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ θυσίας ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τω̨̃ κυρίω̨ |
16 καὶ οἱ πέντε σατράπαι τω̃ν ἀλλοφύλων ἑώρων καὶ ἀνέστρεψαν εἰς 'Ασκαλω̃να τη̨̃ ἡμέρα̨ ἐκείνη̨ |
17 καὶ αὑ̃ται αἱ ἕδραι αἱ χρυσαι̃ ἃς ἀπέδωκαν οἱ ἀλλόφυλοι τη̃ς βασάνου τω̨̃ κυρίω̨ τη̃ς 'Αζώτου μίαν τη̃ς Γάζης μίαν τη̃ς 'Ασκαλω̃νος μίαν τη̃ς Γεθ μίαν τη̃ς Ακκαρων μίαν |
18 καὶ μυ̃ς οἱ χρυσοι̃ κατ' ἀριθμὸν πασω̃ν πόλεων τω̃ν ἀλλοφύλων τω̃ν πέντε σατραπω̃ν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης του̃ Φερεζαίου καὶ ἕως λίθου του̃ μεγάλου οὑ̃ ἐπέθηκαν ἐπ' αὐτου̃ τὴν κιβωτὸν διαθήκης κυρίου του̃ ἐν ἀγρω̨̃ Ωσηε του̃ Βαιθσαμυσίτου |
19 καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ιεχονιου ἐν τοι̃ς ἀνδράσιν Βαιθσαμυς ὅτι εἰ̃δαν κιβωτὸν κυρίου καὶ ἐπάταξεν ἐν αὐτοι̃ς ἑβδομήκοντα ἄνδρας καὶ πεντήκοντα χιλιάδας ἀνδρω̃ν καὶ ἐπένθησεν ὁ λαός ὅτι ἐπάταξεν κύριος ἐν τω̨̃ λαω̨̃ πληγὴν μεγάλην σφόδρα |
20 καὶ εἰ̃παν οἱ ἄνδρες οἱ ἐκ Βαιθσαμυς τίς δυνήσεται διελθει̃ν ἐνώπιον κυρίου του̃ ἁγίου τούτου καὶ πρὸς τίνα ἀναβήσεται κιβωτὸς κυρίου ἀφ' ἡμω̃ν |
21 καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικου̃ντας Καριαθιαριμ λέγοντες ἀπεστρόφασιν ἀλλόφυλοι τὴν κιβωτὸν κυρίου κατάβητε καὶ ἀναγάγετε αὐτὴν πρὸς ἑαυτούς |