Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 30

καὶ ἐγενήθη εἰσελθόντος Δαυιδ καὶ τω̃ν ἀνδρω̃ν αὐτου̃ εἰς Σεκελακ τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ Αμαληκ ἐπέθετο ἐπὶ τὸν νότον καὶ ἐπὶ Σεκελακ καὶ ἐπάταξεν τὴν Σεκελακ καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί
καὶ τὰς γυναι̃κας καὶ πάντα τὰ ἐν αὐτη̨̃ ἀπὸ μικρου̃ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναι̃κα ἀλλ' ἠ̨χμαλώτευσαν καὶ ἀπη̃λθον εἰς τὴν ὁδὸν αὐτω̃ν
καὶ ἠ̃λθεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ εἰς τὴν πόλιν καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρί αἱ δὲ γυναι̃κες αὐτω̃ν καὶ οἱ υἱοὶ αὐτω̃ν καὶ αἱ θυγατέρες αὐτω̃ν ἠ̨χμαλωτευμένοι
καὶ ἠ̃ρεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ τὴν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν ἕως ὅτου οὐκ ἠ̃ν ἐν αὐτοι̃ς ἰσχὺς ἔτι κλαίειν
καὶ ἀμφότεραι αἱ γυναι̃κες Δαυιδ ἠ̨χμαλωτεύθησαν Αχινοομ ἡ Ιεζραηλι̃τις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ του̃ Καρμηλίου
καὶ ἐθλίβη Δαυιδ σφόδρα ὅτι εἰ̃πεν ὁ λαὸς λιθοβολη̃σαι αὐτόν ὅτι κατώδυνος ψυχὴ παντὸς του̃ λαου̃ ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτου̃ καὶ ἐπὶ τὰς θυγατέρας αὐτου̃ καὶ ἐκραταιώθη Δαυιδ ἐν κυρίω̨ θεω̨̃ αὐτου̃
καὶ εἰ̃πεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα υἱὸν Αχιμελεχ προσάγαγε τὸ εφουδ
καὶ ἐπηρώτησεν Δαυιδ διὰ του̃ κυρίου λέγων εἰ καταδιώξω ὀπίσω του̃ γεδδουρ τούτου εἰ καταλήμψομαι αὐτούς καὶ εἰ̃πεν αὐτω̨̃ καταδίωκε ὅτι καταλαμβάνων καταλήμψη̨ καὶ ἐξαιρούμενος ἐξελη̨̃
καὶ ἐπορεύθη Δαυιδ αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετ' αὐτου̃ καὶ ἔρχονται ἕως του̃ χειμάρρου Βοσορ καὶ οἱ περισσοὶ ἔστησαν
10 καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν ὑπέστησαν δὲ διακόσιοι ἄνδρες οἵτινες ἐκάθισαν πέραν του̃ χειμάρρου του̃ Βοσορ
11 καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρω̨̃ καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυιδ ἐν ἀγρω̨̃ καὶ διδόασιν αὐτω̨̃ ἄρτον καὶ ἔφαγεν καὶ ἐπότισαν αὐτὸν ὕδωρ
12 καὶ διδόασιν αὐτω̨̃ κλάσμα παλάθης καὶ ἔφαγεν καὶ κατέστη τὸ πνευ̃μα αὐτου̃ ἐν αὐτω̨̃ ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρει̃ς ἡμέρας καὶ τρει̃ς νύκτας
13 καὶ εἰ̃πεν αὐτω̨̃ Δαυιδ τίνος σὺ εἰ̃ καὶ πόθεν εἰ̃ καὶ εἰ̃πεν τὸ παιδάριον τὸ Αἰγύπτιον ἐγώ εἰμι δου̃λος ἀνδρὸς Αμαληκίτου καὶ κατέλιπέν με ὁ κύριός μου ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριται̃ος
14 καὶ ἡμει̃ς ἐπεθέμεθα ἐπὶ νότον του̃ Χολθι καὶ ἐπὶ τὰ τη̃ς Ιουδαίας μέρη καὶ ἐπὶ νότον Χελουβ καὶ τὴν Σεκελακ ἐνεπυρίσαμεν ἐν πυρί
15 καὶ εἰ̃πεν πρὸς αὐτὸν Δαυιδ εἰ κατάξεις με ἐπὶ τὸ γεδδουρ του̃το καὶ εἰ̃πεν ὄμοσον δή μοι κατὰ του̃ θεου̃ μὴ θανατώσειν με καὶ μὴ παραδου̃ναί με εἰς χει̃ρας του̃ κυρίου μου καὶ κατάξω σε ἐπὶ τὸ γεδδουρ του̃το
16 καὶ κατήγαγεν αὐτὸν ἐκει̃ καὶ ἰδοὺ οὑ̃τοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πα̃σι τοι̃ς σκύλοις τοι̃ς μεγάλοις οἱ̃ς ἔλαβον ἐκ γη̃ς ἀλλοφύλων καὶ ἐκ γη̃ς Ιουδα
17 καὶ ἠ̃λθεν ἐπ' αὐτοὺς Δαυιδ καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τη̨̃ ἐπαύριον καὶ οὐκ ἐσώθη ἐξ αὐτω̃ν ἀνὴρ ὅτι ἀλλ' ἢ τετρακόσια παιδάρια ἃ ἠ̃ν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον
18 καὶ ἀφείλατο Δαυιδ πάντα ἃ ἔλαβον οἱ Αμαληκι̃ται καὶ ἀμφοτέρας τὰς γυναι̃κας αὐτου̃ ἐξείλατο
19 καὶ οὐ διεφώνησεν αὐτοι̃ς ἀπὸ μικρου̃ ἕως μεγάλου καὶ ἀπὸ τω̃ν σκύλων καὶ ἕως υἱω̃ν καὶ θυγατέρων καὶ ἕως πάντων ὡ̃ν ἔλαβον αὐτω̃ν τὰ πάντα ἐπέστρεψεν Δαυιδ
20 καὶ ἔλαβεν Δαυιδ πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσθεν τω̃ν σκύλων καὶ τοι̃ς σκύλοις ἐκείνοις ἐλέγετο ταυ̃τα τὰ σκυ̃λα Δαυιδ
21 καὶ παραγίνεται Δαυιδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς ἐκλυθέντας του̃ πορεύεσθαι ὀπίσω Δαυιδ καὶ ἐκάθισεν αὐτοὺς ἐν τω̨̃ χειμάρρω̨ τω̨̃ Βοσορ καὶ ἐξη̃λθον εἰς ἀπάντησιν Δαυιδ καὶ εἰς ἀπάντησιν του̃ λαου̃ του̃ μετ' αὐτου̃ καὶ προσήγαγεν Δαυιδ ἕως του̃ λαου̃ καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην
22 καὶ ἀπεκρίθη πα̃ς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τω̃ν ἀνδρω̃ν τω̃ν πολεμιστω̃ν τω̃ν πορευθέντων μετὰ Δαυιδ καὶ εἰ̃παν ὅτι οὐ κατεδίωξαν μεθ' ἡμω̃ν οὐ δώσομεν αὐτοι̃ς ἐκ τω̃ν σκύλων ὡ̃ν ἐξειλάμεθα ὅτι ἀλλ' ἢ ἕκαστος τὴν γυναι̃κα αὐτου̃ καὶ τὰ τέκνα αὐτου̃ ἀπαγέσθωσαν καὶ ἀποστρεφέτωσαν
23 καὶ εἰ̃πεν Δαυιδ οὐ ποιήσετε οὕτως μετὰ τὸ παραδου̃ναι τὸν κύριον ἡμι̃ν καὶ φυλάξαι ἡμα̃ς καὶ παρέδωκεν κύριος τὸν γεδδουρ τὸν ἐπερχόμενον ἐφ' ἡμα̃ς εἰς χει̃ρας ἡμω̃ν
24 καὶ τίς ὑπακούσεται ὑμω̃ν τω̃ν λόγων τούτων ὅτι οὐχ ἡ̃ττον ὑμω̃ν εἰσιν διότι κατὰ τὴν μερίδα του̃ καταβαίνοντος εἰς πόλεμον οὕτως ἔσται ἡ μερὶς του̃ καθημένου ἐπὶ τὰ σκεύη κατὰ τὸ αὐτὸ μεριου̃νται
25 καὶ ἐγενήθη ἀπὸ τη̃ς ἡμέρας ἐκείνης καὶ ἐπάνω καὶ ἐγένετο εἰς πρόσταγμα καὶ εἰς δικαίωμα τω̨̃ Ισραηλ ἕως τη̃ς σήμερον
26 καὶ ἠ̃λθεν Δαυιδ εἰς Σεκελακ καὶ ἀπέστειλεν τοι̃ς πρεσβυτέροις Ιουδα τω̃ν σκύλων καὶ τοι̃ς πλησίον αὐτου̃ λέγων ἰδοὺ ἀπὸ τω̃ν σκύλων τω̃ν ἐχθρω̃ν κυρίου
27 τοι̃ς ἐν Βαιθσουρ καὶ τοι̃ς ἐν Ραμα νότου καὶ τοι̃ς ἐν Ιεθθορ
28 καὶ τοι̃ς ἐν Αροηρ καὶ τοι̃ς Αμμαδι καὶ τοι̃ς ἐν Σαφι καὶ τοι̃ς ἐν Εσθιε
29 καὶ τοι̃ς ἐν Καρμήλω̨ καὶ τοι̃ς ἐν ται̃ς πόλεσιν του̃ Ιεραμηλι καὶ τοι̃ς ἐν ται̃ς πόλεσιν του̃ Κενεζι
30 καὶ τοι̃ς ἐν Ιεριμουθ καὶ τοι̃ς ἐν Βηρσαβεε καὶ τοι̃ς ἐν Νοο
31 καὶ τοι̃ς ἐν Χεβρων καὶ εἰς πάντας τοὺς τόπους οὓς διη̃λθεν Δαυιδ ἐκει̃ αὐτὸς καὶ οἱ ἄνδρες αὐτου̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.