|
2 καὶ ἐκλέγεται Σαουλ ἑαυτω̨̃ τρει̃ς χιλιάδας ἀνδρω̃ν ἐκ τω̃ν ἀνδρω̃ν Ισραηλ καὶ ἠ̃σαν μετὰ Σαουλ δισχίλιοι ἐν Μαχεμας καὶ ἐν τω̨̃ ὄρει Βαιθηλ χίλιοι ἠ̃σαν μετὰ Ιωναθαν ἐν Γαβεε του̃ Βενιαμιν καὶ τὸ κατάλοιπον του̃ λαου̃ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτου̃ |
3 καὶ ἐπάταξεν Ιωναθαν τὸν Νασιβ τὸν ἀλλόφυλον τὸν ἐν τω̨̃ βουνω̨̃ καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι καὶ Σαουλ σάλπιγγι σαλπίζει εἰς πα̃σαν τὴν γη̃ν λέγων ἠθετήκασιν οἱ δου̃λοι |
4 καὶ πα̃ς Ισραηλ ἤκουσεν λεγόντων πέπαικεν Σαουλ τὸν Νασιβ τὸν ἀλλόφυλον καὶ ἠ̨σχύνθησαν Ισραηλ ἐν τοι̃ς ἀλλοφύλοις καὶ ἀνεβόησαν ὁ λαὸς ὀπίσω Σαουλ ἐν Γαλγαλοις |
5 καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἀναβαίνουσιν ἐπὶ Ισραηλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τω̨̃ πλήθει καὶ ἀναβαίνουσιν καὶ παρεμβάλλουσιν ἐν Μαχεμας ἐξ ἐναντίας Βαιθων κατὰ νότου |
6 καὶ ἀνὴρ Ισραηλ εἰ̃δεν ὅτι στενω̃ς αὐτω̨̃ μὴ προσάγειν αὐτόν καὶ ἐκρύβη ὁ λαὸς ἐν τοι̃ς σπηλαίοις καὶ ἐν ται̃ς μάνδραις καὶ ἐν ται̃ς πέτραις καὶ ἐν τοι̃ς βόθροις καὶ ἐν τοι̃ς λάκκοις |
7 καὶ οἱ διαβαίνοντες διέβησαν τὸν Ιορδάνην εἰς γη̃ν Γαδ καὶ Γαλααδ καὶ Σαουλ ἔτι ἠ̃ν ἐν Γαλγαλοις καὶ πα̃ς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτου̃ |
8 καὶ διέλιπεν ἑπτὰ ἡμέρας τω̨̃ μαρτυρίω̨ ὡς εἰ̃πεν Σαμουηλ καὶ οὐ παρεγένετο Σαμουηλ εἰς Γαλγαλα καὶ διεσπάρη ὁ λαὸς αὐτου̃ ἀπ' αὐτου̃ |
9 καὶ εἰ̃πεν Σαουλ προσαγάγετε ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς καὶ ἀνήνεγκεν τὴν ὁλοκαύτωσιν |
10 καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ Σαμουηλ παραγίνεται καὶ ἐξη̃λθεν Σαουλ εἰς ἀπάντησιν αὐτω̨̃ εὐλογη̃σαι αὐτόν |
11 καὶ εἰ̃πεν Σαμουηλ τί πεποίηκας καὶ εἰ̃πεν Σαουλ ὅτι εἰ̃δον ὡς διεσπάρη ὁ λαὸς ἀπ' ἐμου̃ καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τω̨̃ μαρτυρίω̨ τω̃ν ἡμερω̃ν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχεμας |
12 καὶ εἰ̃πα νυ̃ν καταβήσονται οἱ ἀλλόφυλοι πρός με εἰς Γαλγαλα καὶ του̃ προσώπου του̃ κυρίου οὐκ ἐδεήθην καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν |
13 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ μεματαίωταί σοι ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου ἣν ἐνετείλατό σοι κύριος ὡς νυ̃ν ἡτοίμασεν κύριος τὴν βασιλείαν σου ἕως αἰω̃νος ἐπὶ Ισραηλ |
14 καὶ νυ̃ν ἡ βασιλεία σου οὐ στήσεται καὶ ζητήσει κύριος ἑαυτω̨̃ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτου̃ καὶ ἐντελει̃ται κύριος αὐτω̨̃ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτου̃ ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι κύριος |
15 καὶ ἀνέστη Σαμουηλ καὶ ἀπη̃λθεν ἐκ Γαλγαλων εἰς ὁδὸν αὐτου̃ καὶ τὸ κατάλειμμα του̃ λαου̃ ἀνέβη ὀπίσω Σαουλ εἰς ἀπάντησιν ὀπίσω του̃ λαου̃ του̃ πολεμιστου̃ αὐτω̃ν παραγενομένων ἐκ Γαλγαλων εἰς Γαβαα Βενιαμιν καὶ ἐπεσκέψατο Σαουλ τὸν λαὸν τὸν εὑρεθέντα μετ' αὐτου̃ ὡς ἑξακοσίους ἄνδρας |
16 καὶ Σαουλ καὶ Ιωναθαν υἱὸς αὐτου̃ καὶ ὁ λαὸς οἱ εὑρεθέντες μετ' αὐτω̃ν ἐκάθισαν ἐν Γαβεε Βενιαμιν καὶ ἔκλαιον καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν εἰς Μαχεμας |
17 καὶ ἐξη̃λθεν διαφθείρων ἐξ ἀγρου̃ ἀλλοφύλων τρισὶν ἀρχαι̃ς ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γοφερα ἐπὶ γη̃ν Σωγαλ |
18 καὶ ἡ μία ἀρχὴ ἐπιβλέπουσα ὁδὸν Βαιθωρων καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γαβεε τὴν εἰσκύπτουσαν ἐπὶ Γαι τὴν Σαβιν |
19 καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάση̨ γη̨̃ Ισραηλ ὅτι εἰ̃πον οἱ ἀλλόφυλοι μὴ ποιήσωσιν οἱ Εβραι̃οι ῥομφαίαν καὶ δόρυ |
20 καὶ κατέβαινον πα̃ς Ισραηλ εἰς γη̃ν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτου̃ καὶ τὸ σκευ̃ος αὐτου̃ καὶ ἕκαστος τὴν ἀξίνην αὐτου̃ καὶ τὸ δρέπανον αὐτου̃ |
21 καὶ ἠ̃ν ὁ τρυγητὸς ἕτοιμος του̃ θερίζειν τὰ δὲ σκεύη ἠ̃ν τρει̃ς σίκλοι εἰς τὸν ὀδόντα καὶ τη̨̃ ἀξίνη̨ καὶ τω̨̃ δρεπάνω̨ ὑπόστασις ἠ̃ν ἡ αὐτή |
22 καὶ ἐγενήθη ἐν ται̃ς ἡμέραις του̃ πολέμου Μαχεμας καὶ οὐχ εὑρέθη ῥομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς του̃ λαου̃ του̃ μετὰ Σαουλ καὶ μετὰ Ιωναθαν καὶ εὑρέθη τω̨̃ Σαουλ καὶ τω̨̃ Ιωναθαν υἱω̨̃ αὐτου̃ |
23 καὶ ἐξη̃λθεν ἐξ ὑποστάσεως τω̃ν ἀλλοφύλων τὴν ἐν τω̨̃ πέραν Μαχεμας |