1 ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμι̃ν ὁ πατὴρ ἵνα τέκνα θεου̃ κληθω̃μεν καὶ ἐσμέν διὰ του̃το ὁ κόσμος οὐ γινώσκει ἡμα̃ς ὅτι οὐκ ἔγνω αὐτόν |
2 ἀγαπητοί νυ̃ν τέκνα θεου̃ ἐσμεν καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα οἴδαμεν ὅτι ἐὰν φανερωθη̨̃ ὅμοιοι αὐτω̨̃ ἐσόμεθα ὅτι ὀψόμεθα αὐτòν καθώς ἐστιν |
3 καὶ πα̃ς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ' αὐτω̨̃ ἁγνίζει ἑαυτòν καθὼς ἐκει̃νος ἁγνός ἐστιν |
4 πα̃ς ὁ ποιω̃ν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιει̃ καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία |
5 καὶ οἴδατε ὅτι ἐκει̃νος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας ἄρη̨ καὶ ἁμαρτία ἐν αὐτω̨̃ οὐκ ἔστιν |
6 πα̃ς ὁ ἐν αὐτω̨̃ μένων οὐχ ἁμαρτάνει πα̃ς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτòν οὐδὲ ἔγνωκεν αὐτόν |
7 τεκνία μηδεὶς πλανάτω ὑμα̃ς ὁ ποιω̃ν τὴν δικαιοσύνην δίκαιός ἐστιν καθὼς ἐκει̃νος δίκαιός ἐστιν |
8 ὁ ποιω̃ν τὴν ἁμαρτίαν ἐκ του̃ διαβόλου ἐστίν ὅτι ἀπ' ἀρχη̃ς ὁ διάβολος ἁμαρτάνει εἰς του̃το ἐφανερώθη ὁ υἱòς του̃ θεου̃ ἵνα λύση̨ τὰ ἔργα του̃ διαβόλου |
9 πα̃ς ὁ γεγεννημένος ἐκ του̃ θεου̃ ἁμαρτίαν οὐ ποιει̃ ὅτι σπέρμα αὐτου̃ ἐν αὐτω̨̃ μένει καὶ οὐ δύναται ἁμαρτάνειν ὅτι ἐκ του̃ θεου̃ γεγέννηται |
10 ἐν τούτω̨ φανερά ἐστιν τὰ τέκνα του̃ θεου̃ καὶ τὰ τέκνα του̃ διαβόλου πα̃ς ὁ μὴ ποιω̃ν δικαιοσύνην οὐκ ἔστιν ἐκ του̃ θεου̃ καὶ ὁ μὴ ἀγαπω̃ν τòν ἀδελφòν αὐτου̃ |
11 ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ' ἀρχη̃ς ἵνα ἀγαπω̃μεν ἀλλήλους |
12 οὐ καθὼς Κάϊν ἐκ του̃ πονηρου̃ ἠ̃ν καὶ ἔσφαξεν τòν ἀδελφòν αὐτου̃ καὶ χάριν τίνος ἔσφαξεν αὐτόν ὅτι τὰ ἔργα αὐτου̃ πονηρὰ ἠ̃ν τὰ δὲ του̃ ἀδελφου̃ αὐτου̃ δίκαια |
13 καὶ μὴ θαυμάζετε ἀδελφοί εἰ μισει̃ ὑμα̃ς ὁ κόσμος |
14 ἡμει̃ς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ του̃ θανάτου εἰς τὴν ζωήν ὅτι ἀγαπω̃μεν τοὺς ἀδελφούς ὁ μὴ ἀγαπω̃ν μένει ἐν τω̨̃ θανάτω̨ |
15 πα̃ς ὁ μισω̃ν τòν ἀδελφòν αὐτου̃ ἀνθρωποκτόνος ἐστίν καὶ οἴδατε ὅτι πα̃ς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτω̨̃ μένουσαν |
16 ἐν τούτω̨ ἐγνώκαμεν τὴν ἀγάπην ὅτι ἐκει̃νος ὑπὲρ ἡμω̃ν τὴν ψυχὴν αὐτου̃ ἔθηκεν καὶ ἡμει̃ς ὀφείλομεν ὑπὲρ τω̃ν ἀδελφω̃ν τὰς ψυχὰς θει̃ναι |
17 ὃς δ' ἂν ἔχη̨ τòν βίον του̃ κόσμου καὶ θεωρη̨̃ τòν ἀδελφòν αὐτου̃ χρείαν ἔχοντα καὶ κλείση̨ τὰ σπλάγχνα αὐτου̃ ἀπ' αὐτου̃ πω̃ς ἡ ἀγάπη του̃ θεου̃ μένει ἐν αὐτω̨̃ |
18 τεκνία μὴ ἀγαπω̃μεν λόγω̨ μηδὲ τη̨̃ γλώσση̨ ἀλλὰ ἐν ἔργω̨ καὶ ἀληθεία̨ |
19 καὶ ἐν τούτω̨ γνωσόμεθα ὅτι ἐκ τη̃ς ἀληθείας ἐσμέν καὶ ἔμπροσθεν αὐτου̃ πείσομεν τὴν καρδίαν ἡμω̃ν |
20 ὅτι ἐὰν καταγινώσκη̨ ἡμω̃ν ἡ καρδία ὅτι μείζων ἐστὶν ὁ θεòς τη̃ς καρδίας ἡμω̃ν καὶ γινώσκει πάντα |
21 ἀγαπητοί ἐὰν ἡ καρδία ἡμω̃ν μὴ καταγινώσκη̨ παρρησίαν ἔχομεν πρòς τòν θεόν |
22 καὶ ὃ ἐὰν αἰτω̃μεν λαμβάνομεν ἀπ' αὐτου̃ ὅτι τὰς ἐντολὰς αὐτου̃ τηρου̃μεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτου̃ ποιου̃μεν |
23 καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτου̃ ἵνα πιστεύσωμεν τω̨̃ ὀνόματι του̃ υἱου̃ αὐτου̃ ’Ιησου̃ Χριστου̃ καὶ ἀγαπω̃μεν ἀλλήλους καθὼς ἔδωκεν ἐντολὴν ἡμι̃ν |
24 καὶ ὁ τηρω̃ν τὰς ἐντολὰς αὐτου̃ ἐν αὐτω̨̃ μένει καὶ αὐτòς ἐν αὐτω̨̃ καὶ ἐν τούτω̨ γινώσκομεν ὅτι μένει ἐν ἡμι̃ν ἐκ του̃ πνεύματος οὑ̃ ἡμι̃ν ἔδωκεν |