Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 8

1 περὶ δὲ τω̃ν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνω̃σιν ἔχομεν ἡ γνω̃σις φυσιοι̃ ἡ δὲ ἀγάπη οἰκοδομει̃
2 εἴ τις δοκει̃ ἐγνωκέναι τι οὔπω ἔγνω καθὼς δει̃ γνω̃ναι
3 εἰ δέ τις ἀγαπα̨̃ τòν θεόν οὑ̃τος ἔγνωσται ὑπ' αὐτου̃
4 περὶ τη̃ς βρώσεως οὐ̃ν τω̃ν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμω̨ καὶ ὅτι οὐδεὶς θεòς εἰ μὴ εἱ̃ς
5 καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανω̨̃ εἴτε ἐπὶ γη̃ς ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί
6 ἀλλ' ἡμι̃ν εἱ̃ς θεòς ὁ πατήρ ἐξ οὑ̃ τὰ πάντα καὶ ἡμει̃ς εἰς αὐτόν καὶ εἱ̃ς κύριος ’Ιησου̃ς Χριστός δι' οὑ̃ τὰ πάντα καὶ ἡμει̃ς δι' αὐτου̃
7 ἀλλ' οὐκ ἐν πα̃σιν ἡ γνω̃σις τινὲς δὲ τη̨̃ συνηθεία̨ ἕως ἄρτι του̃ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν καὶ ἡ συνείδησις αὐτω̃ν ἀσθενὴς οὐ̃σα μολύνεται
8 βρω̃μα δὲ ἡμα̃ς οὐ παραστήσει τω̨̃ θεω̨̃ οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα οὔτε ἐὰν φάγωμεν περισσεύομεν
9 βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμω̃ν αὕτη πρόσκομμα γένηται τοι̃ς ἀσθενέσιν
10 ἐὰν γάρ τις ἴδη̨ σὲ τòν ἔχοντα γνω̃σιν ἐν εἰδωλείω̨ κατακείμενον οὐχὶ ἡ συνείδησις αὐτου̃ ἀσθενου̃ς ὄντος οἰκοδομηθήσεται εἰς τò τὰ εἰδωλόθυτα ἐσθίειν
11 ἀπόλλυται γὰρ ὁ ἀσθενω̃ν ἐν τη̨̃ ση̨̃ γνώσει ὁ ἀδελφòς δι' ὃν Χριστòς ἀπέθανεν
12 οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτω̃ν τὴν συνείδησιν ἀσθενου̃σαν εἰς Χριστòν ἁμαρτάνετε
13 διόπερ εἰ βρω̃μα σκανδαλίζει τòν ἀδελφόν μου οὐ μὴ φάγω κρέα εἰς τòν αἰω̃να ἵνα μὴ τòν ἀδελφόν μου σκανδαλίσω

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 9

1 οὐκ εἰμὶ ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος οὐχὶ ’Ιησου̃ν τòν κύριον ἡμω̃ν ἑώρακα οὐ τò ἔργον μου ὑμει̃ς ἐστε ἐν κυρίω̨
2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος ἀλλά γε ὑμι̃ν εἰμι ἡ γὰρ σφραγίς μου τη̃ς ἀποστολη̃ς ὑμει̃ς ἐστε ἐν κυρίω̨
3 ἡ ἐμὴ ἀπολογία τοι̃ς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη
4 μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγει̃ν καὶ πει̃ν
5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναι̃κα περιάγειν ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ του̃ κυρίου καὶ Κηφα̃ς
6 ἢ μόνος ἐγὼ καὶ Βαρναβα̃ς οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι
7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ τίς φυτεύει ἀμπελω̃να καὶ τòν καρπòν αὐτου̃ οὐκ ἐσθίει ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ του̃ γάλακτος τη̃ς ποίμνης οὐκ ἐσθίει
8 μὴ κατὰ ἄνθρωπον ταυ̃τα λαλω̃ ἢ καὶ ὁ νόμος ταυ̃τα οὐ λέγει
9 ἐν γὰρ τω̨̃ Μωϋσέως νόμω̨ γέγραπται οὐ κημώσεις βου̃ν ἀλοω̃ντα μὴ τω̃ν βοω̃ν μέλει τω̨̃ θεω̨̃
10 ἢ δι' ἡμα̃ς πάντως λέγει δι' ἡμα̃ς γὰρ ἐγράφη ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριω̃ν ἀροτρια̃ν καὶ ὁ ἀλοω̃ν ἐπ' ἐλπίδι του̃ μετέχειν
11 εἰ ἡμει̃ς ὑμι̃ν τὰ πνευματικὰ ἐσπείραμεν μέγα εἰ ἡμει̃ς ὑμω̃ν τὰ σαρκικὰ θερίσομεν
12 εἰ ἄλλοι τη̃ς ὑμω̃ν ἐξουσίας μετέχουσιν οὐ μα̃λλον ἡμει̃ς ἀλλ' οὐκ ἐχρησάμεθα τη̨̃ ἐξουσία̨ ταύτη̨ ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐγκοπὴν δω̃μεν τω̨̃ εὐαγγελίω̨ του̃ Χριστου̃
13 οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι τὰ ἐκ του̃ ἱερου̃ ἐσθίουσιν οἱ τω̨̃ θυσιαστηρίω̨ παρεδρεύοντες τω̨̃ θυσιαστηρίω̨ συμμερίζονται
14 οὕτως καὶ ὁ κύριος διέταξεν τοι̃ς τò εὐαγγέλιον καταγγέλλουσιν ἐκ του̃ εὐαγγελίου ζη̃ν
15 ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων οὐκ ἔγραψα δὲ ταυ̃τα ἵνα οὕτως γένηται ἐν ἐμοί καλòν γάρ μοι μα̃λλον ἀποθανει̃ν ἤ τò καύχημά μου οὐδεὶς κενώσει
16 ἐὰν γὰρ εὐαγγελίζωμαι οὐκ ἔστιν μοι καύχημα ἀνάγκη γάρ μοι ἐπίκειται οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι
17 εἰ γὰρ ἑκὼν του̃το πράσσω μισθòν ἔχω εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι
18 τίς οὐ̃ν μού ἐστιν ὁ μισθός ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τò εὐαγγέλιον εἰς τò μὴ καταχρήσασθαι τη̨̃ ἐξουσία̨ μου ἐν τω̨̃ εὐαγγελίω̨
19 ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πα̃σιν ἐμαυτòν ἐδούλωσα ἵνα τοὺς πλείονας κερδήσω
20 καὶ ἐγενόμην τοι̃ς ’Ιουδαίοις ὡς ’Ιουδαι̃ος ἵνα ’Ιουδαίους κερδήσω τοι̃ς ὑπò νόμον ὡς ὑπò νόμον μὴ ὢν αὐτòς ὑπò νόμον ἵνα τοὺς ὑπò νόμον κερδήσω
21 τοι̃ς ἀνόμοις ὡς ἄνομος μὴ ὢν ἄνομος θεου̃ ἀλλ' ἔννομος Χριστου̃ ἵνα κερδάνω τοὺς ἀνόμους
22 ἐγενόμην τοι̃ς ἀσθενέσιν ἀσθενής ἵνα τοὺς ἀσθενει̃ς κερδήσω τοι̃ς πα̃σιν γέγονα πάντα ἵνα πάντως τινὰς σώσω
23 πάντα δὲ ποιω̃ διὰ τò εὐαγγέλιον ἵνα συγκοινωνòς αὐτου̃ γένωμαι
24 οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίω̨ τρέχοντες πάντες μὲν τρέχουσιν εἱ̃ς δὲ λαμβάνει τò βραβει̃ον οὕτως τρέχετε ἵνα καταλάβητε
25 πα̃ς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται ἐκει̃νοι μὲν οὐ̃ν ἵνα φθαρτòν στέφανον λάβωσιν ἡμει̃ς δὲ ἄφθαρτον
26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων
27 ἀλλὰ ὑπωπιάζω μου τò σω̃μα καὶ δουλαγωγω̃ μή πως ἄλλοις κηρύξας αὐτòς ἀδόκιμος γένωμαι

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 10

1 οὐ θέλω γὰρ ὑμα̃ς ἀγνοει̃ν ἀδελφοί ὅτι οἱ πατέρες ἡμω̃ν πάντες ὑπò τὴν νεφέλην ἠ̃σαν καὶ πάντες διὰ τη̃ς θαλάσσης διη̃λθον
2 καὶ πάντες εἰς τòν Μωϋση̃ν ἐβαπτίσθησαν ἐν τη̨̃ νεφέλη̨ καὶ ἐν τη̨̃ θαλάσση̨
3 καὶ πάντες τò αὐτò πνευματικòν βρω̃μα ἔφαγον
4 καὶ πάντες τò αὐτò πνευματικòν ἔπιον πόμα ἔπινον γὰρ ἐκ πνευματικη̃ς ἀκολουθούσης πέτρας ἡ πέτρα δὲ ἠ̃ν ὁ Χριστός
5 ἀλλ' οὐκ ἐν τοι̃ς πλείοσιν αὐτω̃ν εὐδόκησεν ὁ θεός κατεστρώθησαν γὰρ ἐν τη̨̃ ἐρήμω̨
6 ταυ̃τα δὲ τύποι ἡμω̃ν ἐγενήθησαν εἰς τò μὴ εἰ̃ναι ἡμα̃ς ἐπιθυμητὰς κακω̃ν καθὼς κἀκει̃νοι ἐπεθύμησαν
7 μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτω̃ν ὥσπερ γέγραπται ἐκάθισεν ὁ λαòς φαγει̃ν καὶ πει̃ν καὶ ἀνέστησαν παίζειν
8 μηδὲ πορνεύωμεν καθώς τινες αὐτω̃ν ἐπόρνευσαν καὶ ἔπεσαν μια̨̃ ἡμέρα̨ εἴκοσι τρει̃ς χιλιάδες
9 μηδὲ ἐκπειράζωμεν τòν Χριστόν καθώς τινες αὐτω̃ν ἐπείρασαν καὶ ὑπò τω̃ν ὄφεων ἀπώλλυντο
10 μηδὲ γογγύζετε καθάπερ τινὲς αὐτω̃ν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπò του̃ ὀλοθρευτου̃
11 ταυ̃τα δὲ τυπικω̃ς συνέβαινεν ἐκείνοις ἐγράφη δὲ πρòς νουθεσίαν ἡμω̃ν εἰς οὓς τὰ τέλη τω̃ν αἰώνων κατήντηκεν
12 ὥστε ὁ δοκω̃ν ἑστάναι βλεπέτω μὴ πέση̨
13 πειρασμòς ὑμα̃ς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος πιστòς δὲ ὁ θεός ὃς οὐκ ἐάσει ὑμα̃ς πειρασθη̃ναι ὑπὲρ ὃ δύνασθε ἀλλὰ ποιήσει σὺν τω̨̃ πειρασμω̨̃ καὶ τὴν ἔκβασιν του̃ δύνασθαι ὑπενεγκει̃ν
14 διόπερ ἀγαπητοί μου φεύγετε ἀπò τη̃ς εἰδωλολατρίας
15 ὡς φρονίμοις λέγω κρίνατε ὑμει̃ς ὅ φημι
16 τò ποτήριον τη̃ς εὐλογίας ὃ εὐλογου̃μεν οὐχὶ κοινωνία ἐστὶν του̃ αἵματος του̃ Χριστου̃ τòν ἄρτον ὃν κλω̃μεν οὐχὶ κοινωνία του̃ σώματος του̃ Χριστου̃ ἐστιν
17 ὅτι εἱ̃ς ἄρτος ἓν σω̃μα οἱ πολλοί ἐσμεν οἱ γὰρ πάντες ἐκ του̃ ἑνòς ἄρτου μετέχομεν
18 βλέπετε τòν ’Ισραὴλ κατὰ σάρκα οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ του̃ θυσιαστηρίου εἰσίν
19 τί οὐ̃ν φημι ὅτι εἰδωλόθυτόν τί ἐστιν ἢ ὅτι εἴδωλόν τί ἐστιν
20 ἀλλ' ὅτι ἃ θύουσιν δαιμονίοις καὶ οὐ θεω̨̃ θύουσιν οὐ θέλω δὲ ὑμα̃ς κοινωνοὺς τω̃ν δαιμονίων γίνεσθαι
21 οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων
22 ἢ παραζηλου̃μεν τòν κύριον μὴ ἰσχυρότεροι αὐτου̃ ἐσμεν
23 πάντα ἔξεστιν ἀλλ' οὐ πάντα συμφέρει πάντα ἔξεστιν ἀλλ' οὐ πάντα οἰκοδομει̃
24 μηδεὶς τò ἑαυτου̃ ζητείτω ἀλλὰ τò του̃ ἑτέρου
25 πα̃ν τò ἐν μακέλλω̨ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
26 του̃ κυρίου γὰρ ἡ γη̃ καὶ τò πλήρωμα αὐτη̃ς
27 εἴ τις καλει̃ ὑμα̃ς τω̃ν ἀπίστων καὶ θέλετε πορεύεσθαι πα̃ν τò παρατιθέμενον ὑμι̃ν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
28 ἐὰν δέ τις ὑμι̃ν εἴπη̨ του̃το ἱερόθυτόν ἐστιν μὴ ἐσθίετε δι' ἐκει̃νον τòν μηνύσαντα καὶ τὴν συνείδησιν
29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτου̃ ἀλλὰ τὴν του̃ ἑτέρου ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπò ἄλλης συνειδήσεως
30 εἰ ἐγὼ χάριτι μετέχω τί βλασφημου̃μαι ὑπὲρ οὑ̃ ἐγὼ εὐχαριστω̃
31 εἴτε οὐ̃ν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιει̃τε πάντα εἰς δόξαν θεου̃ ποιει̃τε
32 ἀπρόσκοποι καὶ ’Ιουδαίοις γίνεσθε καὶ ‘Έλλησιν καὶ τη̨̃ ἐκκλησία̨ του̃ θεου̃
33 καθὼς κἀγὼ πάντα πα̃σιν ἀρέσκω μὴ ζητω̃ν τò ἐμαυτου̃ σύμφορον ἀλλὰ τò τω̃ν πολλω̃ν ἵνα σωθω̃σιν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.