Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 5

1 καὶ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ ὅτι οὑ̃τος ὁ πρωτότοκος καὶ ἐν τω̨̃ ἀναβη̃ναι ἐπὶ τὴν κοίτην του̃ πατρὸς αὐτου̃ ἔδωκεν εὐλογίαν αὐτου̃ τω̨̃ υἱω̨̃ αὐτου̃ Ιωσηφ υἱω̨̃ Ισραηλ καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια
2 ὅτι Ιουδας δυνατὸς ἰσχύι καὶ ἐν τοι̃ς ἀδελφοι̃ς αὐτου̃ καὶ εἰς ἡγούμενον ἐξ αὐτου̃ καὶ ἡ εὐλογία του̃ Ιωσηφ
3 υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ Ενωχ καὶ Φαλλους Αρσων καὶ Χαρμι
4 υἱοὶ Ιωηλ Σεμεϊ καὶ Βαναια υἱὸς αὐτου̃ καὶ υἱοὶ Γουγ υἱου̃ Σεμεϊ
5 υἱὸς αὐτου̃ Μιχα υἱὸς αὐτου̃ Ρηχα υἱὸς αὐτου̃ Βααλ
6 υἱὸς αὐτου̃ Βεηρα ὃν μετώ̨κισεν Θαγλαθφαλνασαρ βασιλεὺς Ασσουρ οὑ̃τος ἄρχων τω̃ν Ρουβην
7 καὶ ἀδελφοὶ αὐτου̃ τη̨̃ πατρια̨̃ αὐτου̃ ἐν τοι̃ς καταλοχισμοι̃ς αὐτω̃ν κατὰ γενέσεις αὐτω̃ν ὁ ἄρχων Ιωηλ καὶ Ζαχαρια
8 καὶ Βαλεκ υἱὸς Οζουζ υἱὸς Σαμα υἱὸς Ιωηλ οὑ̃τος κατώ̨κησεν ἐν Αροηρ καὶ ἐπὶ Ναβαυ καὶ Βεελμαων
9 καὶ πρὸς ἀνατολὰς κατώ̨κησεν ἕως ἐρχομένων τη̃ς ἐρήμου ἀπὸ του̃ ποταμου̃ Εὐφράτου ὅτι κτήνη αὐτω̃ν πολλὰ ἐν γη̨̃ Γαλααδ
10 καὶ ἐν ἡμέραις Σαουλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους καὶ ἔπεσον ἐν χερσὶν αὐτω̃ν κατοικου̃ντες ἐν σκηναι̃ς ἕως πάντες κατ' ἀνατολὰς τη̃ς Γαλααδ
11 υἱοὶ Γαδ κατέναντι αὐτω̃ν κατώ̨κησαν ἐν τη̨̃ Βασαν ἕως Σελχα
12 Ιωηλ ὁ πρωτότοκος καὶ Σαφαμ ὁ δεύτερος καὶ Ιανι ὁ γραμματεὺς ἐν Βασαν
13 καὶ οἱ ἀδελφοὶ αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν Μιχαηλ Μοσολλαμ καὶ Σεβεε καὶ Ιωρεε καὶ Ιαχαν καὶ Ζουε καὶ Ωβηδ ἑπτά
14 οὑ̃τοι υἱοὶ Αβιχαιλ υἱου̃ Ουρι υἱου̃ Ιδαι υἱου̃ Γαλααδ υἱου̃ Μιχαηλ υἱου̃ Ισαι υἱου̃ Ιουρι υἱου̃ Ζαβουχαμ
15 υἱου̃ Αβδιηλ υἱου̃ Γουνι ἄρχων οἴκου πατριω̃ν
16 κατώ̨κουν ἐν Γαλααδ ἐν Βασαν καὶ ἐν ται̃ς κώμαις αὐτω̃ν καὶ πάντα τὰ περίχωρα Σαρων ἕως ἐξόδου
17 πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ιωαθαμ βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ βασιλέως Ισραηλ
18 υἱοὶ Ρουβην καὶ Γαδ καὶ ἥμισυ φυλη̃ς Μανασση ἐξ υἱω̃ν δυνάμεως ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν
19 καὶ ἐποίουν πόλεμον μετὰ τω̃ν Αγαρηνω̃ν καὶ Ιτουραίων καὶ Ναφισαίων καὶ Ναδαβαίων
20 καὶ κατίσχυσαν ἐπ' αὐτω̃ν καὶ ἐδόθησαν εἰς χει̃ρας αὐτω̃ν οἱ Αγαραι̃οι καὶ πάντα τὰ σκηνώματα αὐτω̃ν ὅτι πρὸς τὸν θεὸν ἐβόησαν ἐν τω̨̃ πολέμω̨ καὶ ἐπήκουσεν αὐτοι̃ς ὅτι ἤλπισαν ἐπ' αὐτόν
21 καὶ ἠ̨χμαλώτευσαν τὴν ἀποσκευὴν αὐτω̃ν καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρω̃ν ἑκατὸν χιλιάδας
22 ὅτι τραυματίαι πολλοὶ ἔπεσον ὅτι παρὰ του̃ θεου̃ ὁ πόλεμος καὶ κατώ̨κησαν ἀντ' αὐτω̃ν ἕως τη̃ς μετοικεσίας
23 καὶ οἱ ἡμίσεις φυλη̃ς Μανασση κατώ̨κησαν ἐν τη̨̃ γη̨̃ ἀπὸ Βασαν ἕως Βααλερμων καὶ Σανιρ καὶ ὄρος Αερμων καὶ ἐν τω̨̃ Λιβάνω̨ αὐτοὶ ἐπλεονάσθησαν
24 καὶ οὑ̃τοι ἀρχηγοὶ οἴκου πατριω̃ν αὐτω̃ν Οφερ καὶ Ισεϊ καὶ Ελιηλ καὶ Εσδριηλ καὶ Ιερμια καὶ Ωδουια καὶ Ιεδιηλ ἄνδρες ἰσχυροὶ δυνάμει ἄνδρες ὀνομαστοί ἄρχοντες τω̃ν οἴκων πατριω̃ν αὐτω̃ν
25 καὶ ἠθέτησαν ἐν θεω̨̃ πατέρων αὐτω̃ν καὶ ἐπόρνευσαν ὀπίσω θεω̃ν λαω̃ν τη̃ς γη̃ς οὓς ἐξη̃ρεν ὁ θεὸς ἀπὸ προσώπου αὐτω̃ν
26 καὶ ἐπήγειρεν ὁ θεὸς Ισραηλ τὸ πνευ̃μα Φαλωχ βασιλέως Ασσουρ καὶ τὸ πνευ̃μα Θαγλαθφαλνασαρ βασιλέως Ασσουρ καὶ μετώ̨κισεν τὸν Ρουβην καὶ τὸν Γαδδι καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλαχ καὶ Χαβωρ καὶ ἐπὶ ποταμὸν Γωζαν ἕως τη̃ς ἡμέρας ταύτης
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.