1 καὶ εἰ̃πεν Δαυιδ ὁ βασιλεὺς πάση̨ τη̨̃ ἐκκλησία̨ Σαλωμων ὁ υἱός μου εἱ̃ς ὃν ἡ̨ρέτικεν ἐν αὐτω̨̃ κύριος νέος καὶ ἁπαλός καὶ τὸ ἔργον μέγα ὅτι οὐκ ἀνθρώπω̨ ἡ οἰκοδομή ἀλλ' ἢ κυρίω̨ θεω̨̃ |
2 κατὰ πα̃σαν τὴν δύναμιν ἡτοίμακα εἰς οἰ̃κον θεου̃ μου χρυσίον ἀργύριον χαλκόν σίδηρον ξύλα λίθους σοομ καὶ πληρώσεως καὶ λίθους πολυτελει̃ς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ πάριον πολύν |
3 καὶ ἔτι ἐν τω̨̃ εὐδοκη̃σαί με ἐν οἴκω̨ θεου̃ μου ἔστιν μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον καὶ ἰδοὺ δέδωκα εἰς οἰ̃κον θεου̃ μου εἰς ὕψος ἐκτὸς ὡ̃ν ἡτοίμακα εἰς τὸν οἰ̃κον τω̃ν ἁγίων |
4 τρισχίλια τάλαντα χρυσίου του̃ ἐκ Σουφιρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξαλειφθη̃ναι ἐν αὐτοι̃ς τοὺς τοίχους του̃ ἱερου̃ |
5 διὰ χειρὸς τεχνιτω̃ν καὶ τίς ὁ προθυμούμενος πληρω̃σαι τὰς χει̃ρας αὐτου̃ σήμερον κυρίω̨ |
6 καὶ προεθυμήθησαν ἄρχοντες τω̃ν πατριω̃ν καὶ οἱ ἄρχοντες τω̃ν υἱω̃ν Ισραηλ καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι καὶ οἱ προστάται τω̃ν ἔργων καὶ οἱ οἰκονόμοι του̃ βασιλέως |
7 καὶ ἔδωκαν εἰς τὰ ἔργα οἴκου κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσου̃ς μυρίους καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας καὶ χαλκου̃ τάλαντα μύρια ὀκτακισχίλια καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν |
8 καὶ οἱ̃ς εὑρέθη παρ' αὐτοι̃ς λίθος ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου κυρίου διὰ χειρὸς Ιιηλ του̃ Γηρσωνι |
9 καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ του̃ προθυμηθη̃ναι ὅτι ἐν καρδία̨ πλήρει προεθυμήθησαν τω̨̃ κυρίω̨ καὶ Δαυιδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως |
10 καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυιδ τὸν κύριον ἐνώπιον τη̃ς ἐκκλησίας λέγων εὐλογητὸς εἰ̃ κύριε ὁ θεὸς Ισραηλ ὁ πατὴρ ἡμω̃ν ἀπὸ του̃ αἰω̃νος καὶ ἕως του̃ αἰω̃νος |
11 σοί κύριε ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς ὅτι σὺ πάντων τω̃ν ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἐπὶ τη̃ς γη̃ς δεσπόζεις ἀπὸ προσώπου σου ταράσσεται πα̃ς βασιλεὺς καὶ ἔθνος |
12 παρὰ σου̃ ὁ πλου̃τος καὶ ἡ δόξα σὺ πάντων ἄρχεις κύριε ὁ ἄρχων πάσης ἀρχη̃ς καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία καὶ ἐν χειρί σου παντοκράτωρ μεγαλυ̃ναι καὶ κατισχυ̃σαι τὰ πάντα |
13 καὶ νυ̃ν κύριε ἐξομολογούμεθά σοι καὶ αἰνου̃μεν τὸ ὄνομα τη̃ς καυχήσεώς σου |
14 καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός μου ὅτι ἰσχύσαμεν προθυμηθη̃ναί σοι κατὰ ταυ̃τα ὅτι σὰ τὰ πάντα καὶ ἐκ τω̃ν σω̃ν δεδώκαμέν σοι |
15 ὅτι πάροικοί ἐσμεν ἐναντίον σου καὶ παροικου̃ντες ὡς πάντες οἱ πατέρες ἡμω̃ν ὡς σκιὰ αἱ ἡμέραι ἡμω̃ν ἐπὶ γη̃ς καὶ οὐκ ἔστιν ὑπομονή |
16 κύριε ὁ θεὸς ἡμω̃ν πα̃ν τὸ πλη̃θος του̃το ὃ ἡτοίμακα οἰκοδομηθη̃ναι οἰ̃κον τω̨̃ ὀνόματι τω̨̃ ἁγίω̨ σου ἐκ χειρός σού ἐστιν καὶ σοὶ τὰ πάντα |
17 καὶ ἔγνων κύριε ὅτι σὺ εἰ̃ ὁ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπα̨̃ς ἐν ἁπλότητι καρδίας προεθυμήθην πάντα ταυ̃τα καὶ νυ̃ν τὸν λαόν σου τὸν εὑρεθέντα ὡ̃δε εἰ̃δον ἐν εὐφροσύνη̨ προθυμηθέντα σοι |
18 κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ τω̃ν πατέρων ἡμω̃ν φύλαξον ταυ̃τα ἐν διανοία̨ καρδίας λαου̃ σου εἰς τὸν αἰω̃να καὶ κατεύθυνον τὰς καρδίας αὐτω̃ν πρὸς σέ |
19 καὶ Σαλωμων τω̨̃ υἱω̨̃ μου δὸς καρδίαν ἀγαθὴν ποιει̃ν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ του̃ ἐπὶ τέλος ἀγαγει̃ν τὴν κατασκευὴν του̃ οἴκου σου |
20 καὶ εἰ̃πεν Δαυιδ πάση̨ τη̨̃ ἐκκλησία̨ εὐλογήσατε κύριον τὸν θεὸν ὑμω̃ν καὶ εὐλόγησεν πα̃σα ἡ ἐκκλησία κύριον τὸν θεὸν τω̃ν πατέρων αὐτω̃ν καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τω̨̃ κυρίω̨ καὶ τω̨̃ βασιλει̃ |
21 καὶ ἔθυσεν Δαυιδ τω̨̃ κυρίω̨ θυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τω̨̃ θεω̨̃ τη̨̃ ἐπαύριον τη̃ς πρώτης ἡμέρας μόσχους χιλίους κριοὺς χιλίους ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτω̃ν καὶ θυσίας εἰς πλη̃θος παντὶ τω̨̃ Ισραηλ |
22 καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον κυρίου ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ μετὰ χαρα̃ς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμων υἱὸν Δαυιδ καὶ ἔχρισαν αὐτὸν τω̨̃ κυρίω̨ εἰς βασιλέα καὶ Σαδωκ εἰς ἱερωσύνην |
23 καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνου Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ εὐδοκήθη καὶ ἐπήκουσαν αὐτου̃ πα̃ς Ισραηλ |
24 οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ πάντες υἱοὶ του̃ βασιλέως Δαυιδ πατρὸς αὐτου̃ ὑπετάγησαν αὐτω̨̃ |
25 καὶ ἐμεγάλυνεν κύριος τὸν Σαλωμων ἐπάνωθεν ἐναντίον παντὸς Ισραηλ καὶ ἔδωκεν αὐτω̨̃ δόξαν βασιλέως ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτου̃ |
26 καὶ Δαυιδ υἱὸς Ιεσσαι ἐβασίλευσεν ἐπὶ Ισραηλ |
27 ἔτη τεσσαράκοντα ἐν Χεβρων ἔτη ἑπτὰ καὶ ἐν Ιερουσαλημ ἔτη τριάκοντα τρία |
28 καὶ ἐτελεύτησεν ἐν γήρει καλω̨̃ πλήρης ἡμερω̃ν πλούτω̨ καὶ δόξη̨ καὶ ἐβασίλευσεν Σαλωμων υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |
29 οἱ δὲ λοιποὶ λόγοι του̃ βασιλέως Δαυιδ οἱ πρότεροι καὶ οἱ ὕστεροι γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουηλ του̃ βλέποντος καὶ ἐπὶ λόγων Ναθαν του̃ προφήτου καὶ ἐπὶ λόγων Γαδ του̃ βλέποντος |
30 περὶ πάσης τη̃ς βασιλείας αὐτου̃ καὶ τη̃ς δυναστείας αὐτου̃ καὶ οἱ καιροί οἳ ἐγένοντο ἐπ' αὐτω̨̃ καὶ ἐπὶ τὸν Ισραηλ καὶ ἐπὶ πάσας βασιλείας τη̃ς γη̃ς |