Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 27

καὶ υἱοὶ Ισραηλ κατ' ἀριθμὸν αὐτω̃ν ἄρχοντες τω̃ν πατριω̃ν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματει̃ς οἱ λειτουργου̃ντες τω̨̃ λαω̨̃ καὶ εἰς πα̃ν λόγον του̃ βασιλέως κατὰ διαιρέσεις εἰς πα̃ν λόγον του̃ εἰσπορευομένου καὶ ἐκπορευομένου μη̃να ἐκ μηνὸς εἰς πάντας τοὺς μη̃νας του̃ ἐνιαυτου̃ διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες
καὶ ἐπὶ τη̃ς διαιρέσεως τη̃ς πρώτης του̃ μηνὸς του̃ πρώτου Ιεσβοαμ ὁ του̃ Ζαβδιηλ καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ εἴκοσι καὶ τέσσαρες χιλιάδες
ἀπὸ τω̃ν υἱω̃ν Φαρες ἄρχων πάντων τω̃ν ἀρχόντων τη̃ς δυνάμεως του̃ μηνὸς του̃ πρώτου
καὶ ἐπὶ τη̃ς διαιρέσεως του̃ μηνὸς του̃ δευτέρου Δωδια ὁ Εχωχι καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ εἴκοσι καὶ τέσσαρες χιλιάδες ἄρχοντες δυνάμεως
ὁ τρίτος τὸν μη̃να τὸν τρίτον Βαναιας ὁ του̃ Ιωδαε ὁ ἱερεὺς ὁ ἄρχων καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες
αὐτὸς Βαναιας δυνατώτερος τω̃ν τριάκοντα καὶ ἐπὶ τω̃ν τριάκοντα καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ Αμιζαβαθ υἱὸς αὐτου̃
ὁ τέταρτος εἰς τὸν μη̃να τὸν τέταρτον Ασαηλ ὁ ἀδελφὸς Ιωαβ καὶ Ζαβδιας ὁ υἱὸς αὐτου̃ καὶ οἱ ἀδελφοί καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες
ὁ πέμπτος τω̨̃ μηνὶ τω̨̃ πέμπτω̨ ὁ ἡγούμενος Σαμαωθ ὁ Ιεσραε καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ εἴκοσι τέσσαρες χιλιάδες
ὁ ἕκτος τω̨̃ μηνὶ τω̨̃ ἕκτω̨ Οδουιας ὁ του̃ Εκκης ὁ Θεκωίτης καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες
10 ὁ ἕβδομος τω̨̃ μηνὶ τω̨̃ ἑβδόμω̨ Χελλης ὁ ἐκ Φαλλους ἀπὸ τω̃ν υἱω̃ν Εφραιμ καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες
11 ὁ ὄγδοος τω̨̃ μηνὶ τω̨̃ ὀγδόω̨ Σοβοχαι ὁ Ισαθι τω̨̃ Ζαραϊ καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες
12 ὁ ἔνατος τω̨̃ μηνὶ τω̨̃ ἐνάτω̨ Αβιεζερ ὁ ἐξ Αναθωθ ἐκ γη̃ς Βενιαμιν καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες
13 ὁ δέκατος τω̨̃ μηνὶ τω̨̃ δεκάτω̨ Μεηρα ὁ ἐκ Νετουφατ τω̨̃ Ζαραϊ καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες
14 ὁ ἑνδέκατος τω̨̃ μηνὶ τω̨̃ ἑνδεκάτω̨ Βαναιας ὁ ἐκ Φαραθων τω̃ν υἱω̃ν Εφραιμ καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες
15 ὁ δωδέκατος εἰς τὸν μη̃να τὸν δωδέκατον Χολδαι ὁ Νετωφατι τω̨̃ Γοθονιηλ καὶ ἐπὶ τη̃ς διαιρέσεως αὐτου̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες
16 καὶ ἐπὶ τω̃ν φυλω̃ν Ισραηλ τω̨̃ Ρουβην ἡγούμενος Ελιεζερ ὁ του̃ Ζεχρι τω̨̃ Συμεων Σαφατιας ὁ του̃ Μααχα
17 τω̨̃ Λευι Ασαβιας ὁ του̃ Καμουηλ τω̨̃ Ααρων Σαδωκ
18 τω̨̃ Ιουδα Ελιαβ τω̃ν ἀδελφω̃ν Δαυιδ τω̨̃ Ισσαχαρ Αμβρι ὁ του̃ Μιχαηλ
19 τω̨̃ Ζαβουλων Σαμαιας ὁ του̃ Αβδιου τω̨̃ Νεφθαλι Ιεριμωθ ὁ του̃ Εσριηλ
20 τω̨̃ Εφραιμ Ωση ὁ του̃ Οζιου τω̨̃ ἡμίσει φυλη̃ς Μανασση Ιωηλ ὁ του̃ Φαδαια
21 τω̨̃ ἡμίσει φυλη̃ς Μανασση τω̨̃ ἐν τη̨̃ Γαλααδ Ιαδδαι ὁ του̃ Ζαβδιου τοι̃ς υἱοι̃ς Βενιαμιν Ασιηλ ὁ του̃ Αβεννηρ
22 τω̨̃ Δαν Αζαραηλ ὁ του̃ Ιωραμ οὑ̃τοι πατριάρχαι τω̃ν φυλω̃ν Ισραηλ
23 καὶ οὐκ ἔλαβεν Δαυιδ τὸν ἀριθμὸν αὐτω̃ν ἀπὸ εἰκοσαετου̃ς καὶ κάτω ὅτι κύριος εἰ̃πεν πληθυ̃ναι τὸν Ισραηλ ὡς τοὺς ἀστέρας του̃ οὐρανου̃
24 καὶ Ιωαβ ὁ του̃ Σαρουια ἤρξατο ἀριθμει̃ν ἐν τω̨̃ λαω̨̃ καὶ οὐ συνετέλεσεν καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ τὸν Ισραηλ καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν του̃ βασιλέως Δαυιδ
25 καὶ ἐπὶ τω̃ν θησαυρω̃ν του̃ βασιλέως Ασμωθ ὁ του̃ Ωδιηλ καὶ ἐπὶ τω̃ν θησαυρω̃ν τω̃ν ἐν ἀγρω̨̃ καὶ ἐν ται̃ς κώμαις καὶ ἐν τοι̃ς ἐποικίοις καὶ ἐν τοι̃ς πύργοις Ιωναθαν ὁ του̃ Οζιου
26 ἐπὶ δὲ τω̃ν γεωργούντων τὴν γη̃ν τω̃ν ἐργαζομένων Εσδρι ὁ του̃ Χολουβ
27 καὶ ἐπὶ τω̃ν χωρίων Σεμεϊ ὁ ἐκ Ραμα καὶ ἐπὶ τω̃ν θησαυρω̃ν τω̃ν ἐν τοι̃ς χωρίοις του̃ οἴνου Ζαχρι ὁ του̃ Σεφνι
28 καὶ ἐπὶ τω̃ν ἐλαιώνων καὶ ἐπὶ τω̃ν συκαμίνων τω̃ν ἐν τη̨̃ πεδινη̨̃ Βαλανας ὁ Γεδωρίτης ἐπὶ δὲ τω̃ν θησαυρω̃ν του̃ ἐλαίου Ιωας
29 καὶ ἐπὶ τω̃ν βοω̃ν τω̃ν νομάδων τω̃ν ἐν τω̨̃ Ασιδων Σατραις ὁ Σαρωνίτης καὶ ἐπὶ τω̃ν βοω̃ν τω̃ν ἐν τοι̃ς αὐλω̃σιν Σωφατ ὁ του̃ Αδλι
30 ἐπὶ δὲ τω̃ν καμήλων Ωβιλ ὁ Ισμαηλίτης ἐπὶ δὲ τω̃ν ὄνων Ιαδιας ὁ ἐκ Μεραθων
31 καὶ ἐπὶ τω̃ν προβάτων Ιαζιζ ὁ Αγαρίτης πάντες οὑ̃τοι προστάται ὑπαρχόντων Δαυιδ του̃ βασιλέως
32 καὶ Ιωναθαν ὁ πατράδελφος Δαυιδ σύμβουλος ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός καὶ Ιιηλ ὁ του̃ Αχαμανι μετὰ τω̃ν υἱω̃ν του̃ βασιλέως
33 καὶ Αχιτοφελ σύμβουλος του̃ βασιλέως καὶ Χουσι πρω̃τος φίλος του̃ βασιλέως
34 καὶ μετὰ του̃τον Αχιτοφελ ἐχόμενος Ιωδαε ὁ του̃ Βαναιου καὶ Αβιαθαρ καὶ Ιωαβ ἀρχιστράτηγος του̃ βασιλέως
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.