Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 25

καὶ ἔστησεν Δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τη̃ς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ασαφ καὶ Αιμαν καὶ Ιδιθων τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν ἐργαζομένων ἐν τοι̃ς ἔργοις αὐτω̃ν
υἱοὶ Ασαφ Ζακχουρ καὶ Ιωσηφ καὶ Ναθανιας καὶ Εραηλ υἱοὶ Ασαφ ἐχόμενοι Ασαφ του̃ προφήτου ἐχόμενοι του̃ βασιλέως
τω̨̃ Ιδιθων υἱοὶ Ιδιθων Γοδολια καὶ Σουρι καὶ Ισαια καὶ Σεμεϊ καὶ Ασαβια καὶ Ματταθιας ἕξ μετὰ τὸν πατέρα αὐτω̃ν Ιδιθων ἐν κινύρα̨ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τω̨̃ κυρίω̨
τω̨̃ Αιμανι υἱοὶ Αιμαν Βουκιας καὶ Μανθανιας καὶ Αζαραηλ καὶ Σουβαηλ καὶ Ιεριμωθ καὶ Ανανιας καὶ Ανανι καὶ Ηλιαθα καὶ Γοδολλαθι καὶ Ρωμεμθι-ωδ καὶ Ιεσβακασα καὶ Μαλληθι καὶ Ωθηρι καὶ Μεαζωθ
πάντες οὑ̃τοι υἱοὶ τω̨̃ Αιμαν τω̨̃ ἀνακρουομένω̨ τω̨̃ βασιλει̃ ἐν λόγοις θεου̃ ὑψω̃σαι κέρας καὶ ἔδωκεν ὁ θεὸς τω̨̃ Αιμαν υἱοὺς δέκα τέσσαρας καὶ θυγατέρας τρει̃ς
πάντες οὑ̃τοι μετὰ του̃ πατρὸς αὐτω̃ν ὑμνω̨δου̃ντες ἐν οἴκω̨ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα του̃ βασιλέως καὶ Ασαφ καὶ Ιδιθων καὶ Αιμανι
καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτω̃ν μετὰ τοὺς ἀδελφοὺς αὐτω̃ν δεδιδαγμένοι ἄ̨δειν κυρίω̨ πα̃ς συνίων διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ
καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριω̃ν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν τελείων καὶ μανθανόντων
καὶ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ πρω̃τος υἱω̃ν αὐτου̃ καὶ ἀδελφω̃ν αὐτου̃ τω̨̃ Ασαφ τω̨̃ Ιωσηφ Γοδολια ὁ δεύτερος Ηνια ἀδελφοὶ αὐτου̃ καὶ υἱοὶ αὐτου̃ δέκα δύο
10 ὁ τρίτος Ζακχουρ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
11 ὁ τέταρτος Ιεσδρι υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
12 ὁ πέμπτος Ναθανιας υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
13 ὁ ἕκτος Βουκιας υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
14 ὁ ἕβδομος Ισεριηλ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
15 ὁ ὄγδοος Ιωσια υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
16 ὁ ἔνατος Μανθανιας υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
17 ὁ δέκατος Σεμεϊ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
18 ὁ ἑνδέκατος Αζαρια υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
19 ὁ δωδέκατος Ασαβια υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
20 ὁ τρισκαιδέκατος Σουβαηλ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
21 ὁ τεσσαρεσκαιδέκατος Ματταθιας υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
22 ὁ πεντεκαιδέκατος Ιεριμωθ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
23 ὁ ἑκκαιδέκατος Ανανιας υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
24 ὁ ἑπτακαιδέκατος Ιεσβακασα υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
25 ὁ ὀκτωκαιδέκατος Ανανι υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
26 ὁ ἐννεακαιδέκατος Μελληθι υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
27 ὁ εἰκοστὸς Ελιαθα υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
28 ὁ εἰκοστὸς πρω̃τος Ηθιρ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
29 ὁ εἰκοστὸς δεύτερος Γοδολλαθι υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
30 ὁ τρίτος καὶ εἰκοστὸς Μεαζωθ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
31 ὁ τέταρτος καὶ εἰκοστὸς Ρωμεμθι-ωδ υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ δέκα δύο
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.