ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 31,
στἰχοι 7-9
7 ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώμασίν σου καὶ σὺ συλλημφθήση̨ καὶ ἐξελεύσεται Χαμως ἐν ἀποικία̨ οἱ ἱερει̃ς αὐτου̃ καὶ οἱ ἄρχοντες αὐτου̃ ἅμα |
8 καὶ ἥξει ὄλεθρος ἐπὶ πα̃σαν πόλιν καὶ πόλις οὐ μὴ σωθη̨̃ καὶ ἀπολει̃ται ὁ αὐλών καὶ ἐξολεθρευθήσεται ἡ πεδινή καθὼς εἰ̃πεν κύριος |
9 δότε σημει̃α τη̨̃ Μωαβ ὅτι ἁφη̨̃ ἀναφθήσεται καὶ πα̃σαι αἱ πόλεις αὐτη̃ς εἰς ἄβατον ἔσονται πόθεν ἔνοικος αὐτη̨̃ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ,
κεφαλίς 5,
στἰχοι 1-6
1 πα̃ς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρòς τòν θεόν ἵνα προσφέρη̨ δω̃ρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιω̃ν |
2 μετριοπαθει̃ν δυνάμενος τοι̃ς ἀγνοου̃σιν καὶ πλανωμένοις ἐπεὶ καὶ αὐτòς περίκειται ἀσθένειαν |
3 καὶ δι' αὐτὴν ὀφείλει καθὼς περὶ του̃ λαου̃ οὕτως καὶ περὶ αὐτου̃ προσφέρειν περὶ ἁμαρτιω̃ν |
4 καὶ οὐχ ἑαυτω̨̃ τις λαμβάνει τὴν τιμήν ἀλλὰ καλούμενος ὑπò του̃ θεου̃ καθώσπερ καὶ ’Ααρών |
5 οὕτως καὶ ὁ Χριστòς οὐχ ἑαυτòν ἐδόξασεν γενηθη̃ναι ἀρχιερέα ἀλλ' ὁ λαλήσας πρòς αὐτόν υἱός μου εἰ̃ σύ ἐγὼ σήμερον γεγέννηκά σε |
6 καθὼς καὶ ἐν ἑτέρω̨ λέγει σὺ ἱερεὺς εἰς τòν αἰω̃να κατὰ τὴν τάξιν Μελχισέδεκ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.
ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 10,
στἰχοι 46-52
46 καὶ ἔρχονται εἰς ’Ιεριχώ καὶ ἐκπορευομένου αὐτου̃ ἀπò ’Ιεριχὼ καὶ τω̃ν μαθητω̃ν αὐτου̃ καὶ ὄχλου ἱκανου̃ ὁ υἱòς Τιμαίου Βαρτιμαι̃ος τυφλòς προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν |
47 καὶ ἀκούσας ὅτι ’Ιησου̃ς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν υἱὲ Δαυὶδ ’Ιησου̃ ἐλέησόν με |
48 καὶ ἐπετίμων αὐτω̨̃ πολλοὶ ἵνα σιωπήση̨ ὁ δὲ πολλω̨̃ μα̃λλον ἔκραζεν υἱὲ Δαυίδ ἐλέησόν με |
49 καὶ στὰς ὁ ’Ιησου̃ς εἰ̃πεν φωνήσατε αὐτόν καὶ φωνου̃σιν τòν τυφλòν λέγοντες αὐτω̨̃ θάρσει ἔγειρε φωνει̃ σε |
50 ὁ δὲ ἀποβαλὼν τò ἱμάτιον αὐτου̃ ἀναπηδήσας ἠ̃λθεν πρòς τòν ’Ιησου̃ν |
51 καὶ ἀποκριθεὶς αὐτω̨̃ ὁ ’Ιησου̃ς εἰ̃πεν τί σοι θέλεις ποιήσω ὁ δὲ τυφλòς εἰ̃πεν αὐτω̨̃ ραββουνι ἵνα ἀναβλέψω |
52 καὶ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ὕπαγε ἡ πίστις σου σέσωκέν σε καὶ εὐθὺς ἀνέβλεψεν καὶ ἠκολούθει αὐτω̨̃ ἐν τη̨̃ ὁδω̨̃ |